Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Βάτραχοι λυπούμενοι ἐπὶ τῇ αὐτῶν ἀναρχίᾳ πρέσβεις
ἔπεμψαν ἱκετεύοντες τὸν Δία ὅπως αὐτοῖς βασιλέα παράσχῃ. Ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον μέσον τῆς λίμνης ἔπηξε. Παραυτίκα δὲ οἱ βάτραχοι τῷ φόβῳ συστελλόμενοι εἰς τὰ βάθη ἑαυτοὺς κατέδυον. Χρόνου δὲ πολλοῦ παρῳχηκότος, ὡς ἀκίνητον ἑώρων τὸ ξύλον, ἀπεβάλλοντο τὸν φόβον καὶ εἰς τοσοῦτον κατεφρόνησαν αὐτοῦ ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. Μὴ ἀξιοῦντες δὲ τοῦτον ἔχειν βασιλέα, ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία καὶ παρεκάλουν αὐτὸν ἀλλάξαι αὐτόν. Ὁ δὲ δέδωκεν αὐτοῖς εγχἔλυν. Ἰδόντες δὲ καὶ τούτου τὴν εὐήθειαν οὐκ ἀπεδέξαντο αὐτόν Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾽ αὐτῶν ὕδραν ἔπεμψεν αὐτοῖς εὐθύς. Συλληφθέντες οὖν οἱ βάτραχοι εἶς καὶ εἶς ἠσθίετο παρὰ ταύτης.Ὁ μῦθος δηλοῖ ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.