Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι ἐὰν ὑγιάνω, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. Οἱ δὲ πειράζειν αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀποκατέστησαν. Ἐξαναστὰς οὖν ὁ ἄνθρωπος, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· ῏Ω δαίμονες, ἰδοῦ τὴν εὐχὴν ἀπετέλεσα. Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνασθαι, ὄναρ
ἐπιστάντες αὐτῷ εἶπον· Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον, καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν. Ὁ δὲ, ἔξυπνος γενόμενος, μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαῖος ψηλαφῶν τὸ χρυσίον. Περιπεσὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπʼ αὐτῶν. Ὁ δὲ παρεκάλει αὐτοὺς λέγων· Ἄφετέ με, καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα.Ὁ μῦθος δηλοῖ ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον.
Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν Οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. Ὁ δ᾽ ἀναστάς, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας, ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον. Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον· ἐκεῖ δὲ ἀττικὰς χιλίας
εὑρήσεις. Ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο τὸ χρυσίον διερευνῶν. Ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπʼ αὐτῶν συνελήφθη. Ἁλοὺς δὲ ἤδη ἀφεθῆναι τῶν πειρατῶν ἐδεῖτο, χλία χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνούμενος. Ὡς δ᾽ οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ὑπ᾽ αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν.Ὁ μῦθος δηλοῖ ὅτι τοῖς ψευδέσι τῶν ἀνθρώπων ἐχθραίνει τὸ θεῖον.