Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· Ὤ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· Πόθεν σοι ταῦτα, ἐὰν συμβῇ ὑγιᾶναί σε; πρὸς αὐτὴν ἐκεῖνος ἔφη· Καὶ νομίζεις 〈 ἂν〉 ἀναστῆναί με, ίνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν;

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ δᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν.