Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἄνθρωπός τις φόνον ποιήσας καὶ διωκόμενος ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος κατὰ τὸν Νεῖλον ποταμὸν ἐγένετο καὶ λέοντα εὑρὼν ἀνέβη εἰς δένδρον φοβηθείς, κἀκεῖσε ἰδὼν δράκοντα καὶ ἡμιθνὴς γενόμενος ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν. Ἐν δὲ τῷ ποταμῷ κροκόδειλος τοῦτον κατεθοινήσατο.
Ὁ λόγος πρὸς τοὺς τῶν ἀνθρώπων φονεῖς ὡς οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδατος στοιχεῖον, οὔτε ἄλλος τις τόπος φυλάσσει αὐτούς.
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· Καὶ πόθεν αὐτὰ ἀποδώσεις; ἔφη· Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν;
Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ὀᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἅ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν.
Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· Ὤ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· Πόθεν σοι ταῦτα, ἐὰν συμβῇ ὑγιᾶναί σε; πρὸς αὐτὴν ἐκεῖνος ἔφη· Καὶ νομίζεις 〈 ἂν〉 ἀναστῆναί με, ίνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν;
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ δᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν.
Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς ὡς, ἐὰν τὴν ὑγείαν αὐτῷ παράσχωσι, ἑκατὸν εἰς θυσίαν βόας προσάξει. Τῆς δὲ γυναικὸς πυνθανομένης· Πόθεν ταῦτα ἕξομεν ἡμεῖς; ἐκεῖνος ἔφη· Καὶ δοκεῖς 〈ἄν〉 ἀναστῆναί με, ἵνα ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι;
Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελοῦσι δὲ οὐδὲν ἔργῳ.
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγιείαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν. Τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· Καὶ ποῦ σοι ταῦτα, ἤν ὑγιάνῃς; ἐκεῖνος ἔφη· Οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵν' οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν;
Ὁ μὺθος δηλοῖ ὅτι πολλοὶ ὁᾳδίως κατεπαγγέλλονται ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.