Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀλώπηξ καὶ τράγος διψῶντες εἰς φρέαρ κατέβησαν· μετὰ δὲ τὸ πιεῖν, τοῦ τράγου σκεπτομένου τὴν ἄνοδον, ἡ ἀλώπηξ ἔφη· Θάρσει, χρήσιμόν τι καὶ εἰς τὴν ἀμφοτέρων σωτηρίαν ἐπινενόηκα. Εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς
ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις, καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων, καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα, καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. Τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου, ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. Ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο, ὡς παραβαίνουσαν τὰς συνθήκας. Ἡ δ' Ἀλλʼ εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέβης, πρὶν ἡ τὴν ἄνοδον σκέψασθαι.Ὁ μύθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνδρα δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθʼ οὕτως αὐτοῖς ἐγχειρεῖν.
Τράγος ἐν θέρει σφοδρῶς διψήσας κατῆλθεν εἰς βαθύκρημνὸν ὕδωρ πιεῖν. Πιὼν δὲ καὶ χορτασθεὶς οὐκ ἡδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη Ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέβης, εἰ μὴ τὴν ἄνοδον ἐσκέψω.
Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων οὕτω ποιεῖσθαι τὰς τούτων ἐγχειρήσεις.
Τράγος δὲ πάλαι διψήσας ἐν τῷ θέρει κάτω κατἡλθε πιεῖν εἰς φρέαρ ὕδωρ. Ὁ δὲ κορεσθεὶς ἀνελθεῖν οὐκ εὐπόρει, ὃς μετενόει καὶ βοηθὸν ἐζήτει, ὅπως ἀνέλθῃ ἐκ τοῦ βάθους ὁ τράγος. Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκβλεψαμένη ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει· Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας, οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾕδεῖς.
Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθʼ οὕτως αὐτοῖς ἐπιχειρεῖν.