Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Λαγωὸς ὑπʼ ἀετοῦ διωκόμενος πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπʼ αὐτοῦ σωθῆναι. Ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Δἰὸς ή μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ. Ὁ δὲ μετʼ ὀργῆς τῇ πτέρυγι. ραπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν Ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτοιυ καταμαθεῖν, καὶ δὴ προσελθὼν τὰ ώὰ τούτου κατακυλίσας διέφθειρε. Τὸῦ δὲ δεινὸν ποιησαμένου εῖ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ίσα τοῦτον διέθηκεν. Ὁ δʼ ἀετός, ἀμηχανήσας τοῖς ὅλοις, ἀναβὰς ἐπὶ τὸν Δία (τούτου γὰρ ἱερὸς εἶναι λέγεται) τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ώῶν ἔθηκε, τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. Ὁ κάνθαρος δέ, κόπρου σφαῖραν ποιήσας καὶ ἀναβὰς ἐπὶ τοῦ κόλπου Διός, ταύτην καθῆκεν. Ὁ δὲ Ζευς, ἀναστὰς ἐφʼ ῷ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ώὰ διέρριψεν ἐκλαθόμενος, ἄ καὶ συνετρίβη πεσόντα. Μαθὼν δὲ πρὸς τοῦ κανθάρου ὅτι ταῦτʼ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἄλλα καὶ εἰς τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἷπεν ἐλθόντα, κάνθαρον
εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν. Μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι. Τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἥνικα ἂν μὴ φαίνωνται κάνθαροι.Ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν, λογιζομένους ὡς οὐδείς ἐστιν ὃς προπηλακισθεὶς οὐκ ἄν δυνηθείη ἑαυτῷ ἐπαμῦναι.