Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ῆριζον. Της δὲ παρδάλεως παρʼ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης,
ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· Καὶ πόσον ἐγώ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι.Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.