Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περί τῆς τῶν προγόνων λαμπρότητος, ἡ ἀλώπηξ ὑπολαβοῦσα ἔφη· Ὡ οὗτος, ἀλλὰ κἄν σὺ μὴ εἴπῃς, τὸ γοῦν δέρμα σοῦ δείκνυσιν ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.
Ὁ μόθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα.
Ἀλώπηξ καὶ κροκόδειλος ἠμφισβήτουν περὶ εὐγενείας· πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος, ὡς γεγυμνασιαρχηκότων, ἡ ἀλώπηξ ὑπολαβοῦσα· Ὡ τᾶν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺλέγῃς, ἀλλʼ ἀπὸ τοῦ δέρματός γε φαίνῃ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος.
Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.
Ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα, θηλαζόντων τῶν ἀρνίων ἐν ἀναλαβομένη, προσεποιεῖτο καταφιλεῖν Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· Τιθηνοῦμαι αὐτὸ, ἔφη, καὶ προσπαίζω. Καὶ ὁ κύων ἔφη Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφʼ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω.
Πρὸς ἄνδρα ράδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.