Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολλῇ τὸν δρόμον ἀνύουσα, αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καὶ καθικέτευε τοῦ κρύψαι αὐτήν. Ὁ δὲ ὑπέδειξεν αὐτῇ
τὴν ἑαυτοῦ καλύβην. Ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν γωνίᾳ. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. Αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθεν 〈οὐ〉 προσφωνοῦσα. Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· Δι᾽ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· Ὡ ο῟θτος, ἀλλʼ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἕργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ
μὲν ἐπαγγελλομένους διὰ λόγων, διʼ ἔργων δὲ φαῦλα ποιοῦντας.