Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀλκύων ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτάώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. Καὶ δή ποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπὶ θαλάττῃ ἐνταῦθα ἐνεοττοποιεῖτο. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέβη τὴν θάλασσαν ὑπὸ λαβροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ ἡ ἀλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν· Ἀλλʼ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἡ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.
Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ θέλουσαι. Διὰ δὲ τὸ ὁοιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον διʼ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, ἐκείνη ἀπαγομένη ἔλεγεν· Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν.
Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων κἄταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. Ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἡδύνατ ἐξελθεῖν, ἐστέναζε καὶ
ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ῆκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἄν τοιαύτη γένῃ ὑποία οὖσα εἰσἡλθες, καὶ οὕτω ᾳδίως ἐξελεύσῃ.Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὸὰ τῶν πραγμάτων ὀ χρόνος διαλύει.
Ἀλώπηξ λιμώττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπʼ αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα διὰ στενοτάτης ὀπῆς ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς καὶ διά τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύβης ἔστενε καὶ ἐπωδύρετο Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἡκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο διʼ ῆν αἰτίαν τοῦτο ποιεῖ.
Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· Ἀλλὰ μένε τέως ἐνταῦθα σύ, ἕως ἆν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες.Ὁ μῦθος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.
〈Ἐν〉 κοιλώματι δρυὸς στενωτάτῳ ποιμένος ἕκειτο πήρα μεθʼ ὧν εἴχε βρωμάτων. Ἀλώπηξ δὲ μαθοῦσα, νῆστις οὔσα καὶ λεπτοτάτη, εἰσελθοῦσα ἐνεπλήσθη κρεῶν. Ογκωθείσης δὲ τῆς γαστρός, ἐξελθεῖν τῆς στενῆς ὀπῆς οὐκ ἡδύνατο. Ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη· Οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οίαν ὅτε εἰσῆλθες.
Ὅτι οὐ δεῖ τινα δολίως ἡ ἀπλήστως πλεονεκτεῖν· ἐν ὑστέρῳ γάρ, κἄν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει.