Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἶς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς

τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφʼ ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δʼ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε.

Ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Ἀλέκτορες δύο διʼ ὄρνεις ἐμάχοντο, σῦς λέγουσι θυμὸν ἔχειν οἷον ἀνθρώπων. Τούτων ὁ ἡττηθεὶς κατεκρύβη ἐν γωνίᾳ ὁ δὲ ἕτερος ἀνακράξας καὶ ἐπὶ τὸ δῶμα ἀναπετάσας διὰ τὴν νίκην εὐθὺς ἡρπάγη ὑπὸ ἀετοῦ. Ὁ δὲ ἕτερος ταῖς ὄρνισιν ἀφόβως συνῆν.

Ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι· πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν [· αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν].

Ἀλέκτορες δύο δι᾽ ὄρνεις ἐμάχοντο· τούτους δὲ ἱστοροῦσι θύμον ἔχειν ἀνθρώποις παρόμοιον. Ὁ τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύβη. Ὁ δὲ ἕτερος βρενθυόμενος διάτορον ἐξεβόησε τοῦ δώματος ὑπερβάς. Τοῦτον οὖν ἀετὸς καταπτὰς ἀφήρπασε καὶ ἐπεθοινήσατο. Ἔμεινεν οὖν ὁ δειλότερός τε καὶ ἀσθενέστερος ταῖς θηλείαις ἔκτοτε ἄμαχός τε καὶ ἄφθονος.

Ἐπὶ τύχῃ καί ἀνδρείᾳ οὐ δεῖ τινα μέγα καυχᾶσθαι.