Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἧν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέβη Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφʼ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν;

Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.