Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀνήρ τις ὄνου τε καὶ ἵππου κύριος ἧν. Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέβη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς. Ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ῆρε καὶ μὴ βουλόμενος· ὅθεν καὶ ἀπεκλαίετο λέγων· Οἴμοι ὁ ἄθλιος, τί πέπονθα; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα· πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς.

Ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσί τε καὶ σῴζονται.

Ἀνθρώπου τινὸς ὄνον καὶ ἵππον ἑλόντος, συνέβη κατὰ τὴν ὁδὸν τὸν ὄνον ἐκ τοῦ βάρους τοῦ φορτίου ἀποκαμεῖν, καὶ τὸν ἵππον παρεκάλει ὀλίγον ἐκ τοῦ βάρους αὐτοῦ ἀφελεῖν. Ὁ δὲ οὐκ ἐπείθετο. Τοῦ δὲ ὄνου μηκέτι δυναμένου, ἀλλʼ ὑπὸ τοῦ κόπου ἀποθανόντος, ὁ τοῦ ἵππου δεσπότης οὐ μόνον ἅπερ ὁ ὄνος ἐβάσταζεν, ἀλλὰ καὶ αὐτὴν 〈τὴν〉 τοῦ ὄνου δορὰν τῷ ἵππῳ ἐπέθετο. Στενάξας δὲ ὁ ἵππος ἔφη· Οἴμοι, ὅτι μικρὸν βάρος μὴ θελήσας βαστάσαι, αὐτὰ τοῦ ὄνου πάντα καὶ αὐτὸν τὸν ὄνον ἀναγκάζομαι βαστάζειν.

Ὀνηλάτης ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους ἤλαυνεν. Ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἧν, ἀντεῖχε πρὸς τὸ βάρος. Ὡς δὲ ἐγένοντο κατά τι ὄρος, ὑποφέρειν μὴ δυνάμενος

παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι. ἴνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνήσηται. Τῆς δὲ παρʼ οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνιοθεὶς διερράγη. Ὁ δὲ ὀνηλάτης ἀπορῶν ὅ τι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλά καί αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπεσώρευσε. Καὶ ἥ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον.

Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.