Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἄνθρωπος εἶχεν ὄνον τε καὶ ἵππον. Ὁδευόντων δέ, εἶπεν ὁ ὄνος τῷ ἵππῳ· Ἆρον ἐκ τοῦ βάρους τοῦ ἐμοῦ, εἰ θέλεις εἶναί με σῶον· εἰ δὲ μή, θνῄσκω. Ὁ δὲ οῦκ ἐπείσθή. Ὁ δὲ ὄνος ἐκ τοῦ κόπου πεσὼν ἀπέθανεν. Τοῦ δὲ δεσπότου τῷ ἵππῳ ἅπαντα ἐπιθέντος, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, ὁ ἵππος εἶπεν· Οἴμοι, μικρὸν οὐκ ἤθελον βάρος τοῦ ὄνου ἆραι, ἡ δὲ χρεία τὸ πᾶν μοι ἐπέθηκεν.
Ὅτι τοῖς μικροῖς οἱ μεγάλοι κοινωνοῦντες καὶ συμπονοῦντες ἐν τῷ βίῳ ἀμφότεροι περισῴζονται.
Ἀνήρ τις ὄνου τε καὶ ἵππου κύριος ἧν. Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέβη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς. Ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ῆρε καὶ μὴ βουλόμενος· ὅθεν καὶ ἀπεκλαίετο λέγων· Οἴμοι ὁ ἄθλιος, τί πέπονθα; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα· πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς.
Ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσί τε καὶ σῴζονται.
Ἀνθρώπου τινὸς ὄνον καὶ ἵππον ἑλόντος, συνέβη κατὰ τὴν ὁδὸν τὸν ὄνον ἐκ τοῦ βάρους τοῦ φορτίου ἀποκαμεῖν, καὶ τὸν ἵππον παρεκάλει ὀλίγον ἐκ τοῦ βάρους αὐτοῦ ἀφελεῖν. Ὁ δὲ οὐκ ἐπείθετο. Τοῦ δὲ ὄνου μηκέτι δυναμένου, ἀλλʼ ὑπὸ τοῦ κόπου ἀποθανόντος, ὁ τοῦ ἵππου δεσπότης οὐ μόνον ἅπερ ὁ ὄνος ἐβάσταζεν, ἀλλὰ καὶ αὐτὴν 〈τὴν〉 τοῦ ὄνου δορὰν τῷ ἵππῳ ἐπέθετο. Στενάξας δὲ ὁ ἵππος ἔφη· Οἴμοι, ὅτι μικρὸν βάρος μὴ θελήσας βαστάσαι, αὐτὰ τοῦ ὄνου πάντα καὶ αὐτὸν τὸν ὄνον ἀναγκάζομαι βαστάζειν.