Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἰατρὸς δρῶν ἄρρωστον ὑπὸ νόσου ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου. Μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέβη. Ἀλλ᾽ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ᾽ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. Ὑπολαβὼν δέ τις τῶν ἐκεῖ παρόντων· «Ὧ οὖτός γε, ἔφησε τῷ ἰητῆρι, Οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι; ἀλλ᾽ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι.
Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἴρωνεύονται μετὰ τὴν τύχην.
Ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. Ὁ δὲ ἐπιστραφεὶς καὶ
δακὼν καὶ ἀμφότεροι 〈ἐκ〉 τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠβούλου; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν.῞Οτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά.