Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ιατρὸς νοσοῦντα ἐθεράπευε. Τοῦ δὲ νοσοῦντος ἀποθανόντος,

ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· Οὖτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. Τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη· Ὧ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

Ἰατρὸς δρῶν ἄρρωστον ὑπὸ νόσου ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου. Μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέβη. Ἀλλ᾽ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ᾽ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. Ὑπολαβὼν δέ τις τῶν ἐκεῖ παρόντων· «Ὧ οὖτός γε, ἔφησε τῷ ἰητῆρι, Οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι; ἀλλ᾽ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι.

Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἴρωνεύονται μετὰ τὴν τύχην.