Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἰατρός τις ἐπισκεπτόμενος ἄρρωστον, συνέβη ἀποθανεῖν αὐτόν. Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· Οὖτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἄν ἀπέθανε. Τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη αὐτῷ· Ὧ οὖτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλα τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἡδύνατο.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

Ιατρὸς νοσοῦντα ἐθεράπευε. Τοῦ δὲ νοσοῦντος ἀποθανόντος,

ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· Οὖτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. Τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη· Ὧ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

Ἰατρὸς δρῶν ἄρρωστον ὑπὸ νόσου ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου. Μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέβη. Ἀλλ᾽ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ᾽ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. Ὑπολαβὼν δέ τις τῶν ἐκεῖ παρόντων· «Ὧ οὖτός γε, ἔφησε τῷ ἰητῆρι, Οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι; ἀλλ᾽ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι.

Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἴρωνεύονται μετὰ τὴν τύχην.