Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἧσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλέγων ἕνα καθʼ ἕνα κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς ἑαυτούς· Ἕτοιμοι κατέλθωμεν κάτω καὶ ἐπὶ τῶν ὀπῶν δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἀφικνεῖσθαι ἐκεῖσε, ἡμεῖς διασωθησόμεθα. Ὁ δὲ, μὴ δυνάμενος αὐτῶν ἀφικέσθαι, δεῖν ᾠήθη καὶ ἔγνω διʼ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖοθαι. Ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὑτὸν τὸν νεκρὸν εἶναι. Τῶν δὲ μυῶν 10τις παρακύψας, ὡς ἐθεάσατο αὐτόν, ἔφη Ὦ οὗτος, κἄν θῦλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.