Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αὐτοῖς ἐγχέαι. Κἀκεῖνος μέτρον ποιήσας ἴσον ἐνέχεεν ἑκάστῳ. Συνέβη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου

τοῦ ποτοῦ [μηδὲ μέχρι γονάτων,] εἰς πᾶν τὸ σῶμα ἀφρονεστέρους γενέσθαι.

Πρὸς ἄνδρα εὐμεγέθη μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος.

Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. Τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέβη ὅσον Ἀπόλλων ἐτόξευσεν.

Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.

Τοῦ Διὸς γαμοῦντος, πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα. Ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. Ἰδὼν

δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· Τῶν ἄλλων ἀπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι· ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω.

Ὁ λόγος δηλοῖ ὅτι πάντων τῶν πονηρῶν αἱ χάριτες φοβεραί.

Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῷα ἤνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν. Ὄφις δὲ ἕρπων ῥόδον λαβὼν ἐν τῷ στόματι ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· Τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδ᾽ ὅλως.

Ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.

Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε· πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς.

῞Οτι τοῖς ἀνθρώποις ἐλπὶς μόνη σύνεστι τῶν πεφευγότων ἀγαθῶν ἐγγυωμένη δώσειν.