Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Αἴλουρος, ἀλεκτρυόνα συλλαβὼν, ἠβούλετο μετʼ εὐλόγου αἰτίας τοῦτον καταθοινήσασθαι. Καὶ δὴ λέγοντος ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα· Ἐπ' ὠφελείᾳ, ἔφη, τῶν ἀνθρώπων τοῦτο ποιῶ. Εκ δευτέρου πάλιν φήσαντος· Ἀλλʼ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις, Καὶ τοῦτο ἐπʼ ὠφελείᾳ τῶν δεσποτῶν, εἴρηκε, πράττω. Ὁ δὲ ἀποκριθείς· Ἐὰν σὺ πολλῶν ἀφορμῶν εὐπορήσῃς, ἔφη, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ.
Οὕτως ἡ πονηρὰ φύσις ἀδικεῖν προαιρουμένη, κἄν μετʼ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως· πονηρεύεται.
Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, μετʼ εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει οὐ τοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δʼ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· Ἀλλʼ εἰ σύ γε πολλῶν εὐπορεῖς
εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ, τοῦτον κατεθοινήσατο.Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετʼ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.
Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἧσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος, δεῖν ἔγνω διʼ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθέασατο αὐτόν, εἶπεν· Ἀλλ᾽, ὦ οὕτος, σοί γε, κἄν θῦλαξ γένῃ, οὐ προσελεύσομαι.
Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [οὖτοι] ἐξαπατῶνται.