Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, τοῦτον ἐβούλετο μετʼ εὐλόγου αἰτίας καταθοινήσασθαι. Καὶ δὴ ἠρξατο κατηγορεῖν αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα, μηδὲ βπνου τυχεῖν ἐῶντα. Τοῦ δὲ εἰπόντος ἐπʼ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖν, ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων ἐγείρει, ἐκ δευτέρου ὁ αἴλουρος ἔλεγεν·Ἀλλὰ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις, ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν  φήσαντος, πολλὰ γὰρ ὠὰ αὐτοῖς τίκτεσθαι παρασκευάζει, ἀποκριθεὶς ἐκεῖνος ἔφη· Ἐὰν σὺ ἀφορμῶν πολλῶν εὐπορήσῃς, ἐγώ τέως ἄδειπνος οὐ μενῶ.

Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μετʼ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως πονηρεύεται.

Αἴλουρος, ἀλεκτρυόνα συλλαβὼν, ἠβούλετο μετʼ εὐλόγου αἰτίας τοῦτον καταθοινήσασθαι. Καὶ δὴ λέγοντος ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα· Ἐπ' ὠφελείᾳ, ἔφη, τῶν ἀνθρώπων τοῦτο ποιῶ. Εκ δευτέρου πάλιν φήσαντος· Ἀλλʼ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις, Καὶ τοῦτο ἐπʼ ὠφελείᾳ τῶν δεσποτῶν, εἴρηκε, πράττω. Ὁ δὲ ἀποκριθείς· Ἐὰν σὺ πολλῶν ἀφορμῶν εὐπορήσῃς, ἔφη, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ.

Οὕτως ἡ πονηρὰ φύσις ἀδικεῖν προαιρουμένη, κἄν μετʼ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως· πονηρεύεται.