Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Δράκων 〈ἐπὶ παλιούροις φερόμενος〉. Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον εἶχεν ἐπ᾽αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων. Τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως, ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει. Τῷ δὲ παλούρῳ δράκων τις συνεπλάκη, ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον. Καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη. Ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.
Ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπολοῦνται.
Ποταμοῦ πλησίον ἄμπελος ἦν· φραγμὸς δὲ ἦν αὐτῇ
παλίουροι. Πλημμύρας δὲ ὁ ποταμὸς ἐξέσυρε παλίουρον. Συνέβη δὲ δράκοντα ταῖς φολίσι συμπλακέντα τῇ παλιούρῳ φέρεσθαι. Εἷπε δέ τις ἰδών· Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου.῞Οτι δικαίως κακοὶ σὺν κακοῖς ἀπόλλυνται.