Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀρνὸς ἐφ᾽ ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παριόντα τὴν ὁδὸν ἔσκωπτε, καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοβόρον. Ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· Οὐ σύ με λοιδορεῖς, ἀλλ᾽ ὁ πύργος ἐν ᾦ ἵστασαι.
Ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕβριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόβον ὑψηλοτέρων.
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλʼ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητῇ μὴ μιμεῖσθαι.
Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.