Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἔριφος ἐπί τινος δώματος ἑστὼς λύκον παριόντα ἐλοιδόρει. Ὁ δὲ ἔφη πρὸς αὐτόν Οὐ σύ με λοιδορεῖς, ἀλλ᾽ ὁ τόπος.

Ὁ λόγος δηλοῖ ὅτι οἱ καιροὶ διδόασι κατὰ τῶν ἀμεινόνων θάρσος.

Ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· Ὦ οὖτος, οὐ σύ με λοιδορεῖς, ἀλλ᾽ ὁ τόπος.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.

Ἔριφος ἑστὼς ἐπί τινος δώματος λύκον τινὰ παριόντα καὶ τὴν πορείαν ἐκεῖθεν ποιούμενον ἐλοιδόρει καὶ αἱμοβόρον ἐκάλει καὶ ὠμόφαγον. Ὁ δὲ ἔφη· Οὐ σύ με λοιδορεῖς, ἀλλ᾽ ὁ τόπος ἐν ᾦ ἵστασαι.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ χρόνος δίδωσι τοῖς ἥττοσι θράσος κατὰ τῶν ἀμεινόνων.

Λύκος διήρχετο ἔξω τοῦ τείχους, ἔνθα ἀρνὸς παρακύψας ὕβριζε πολλὰ τὸν λύκον. Κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν· Ὁ τόπος με λοιδορεῖ· σὺ μὴ καυχῶ.

῞Οτι καὶ καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἐνδόξους.

Λύκος δέ ποτε ἔξω τείχους ὑπῆρχεν· ἀρνὸς δ᾽ αὐτὸν ὕβριζεν ἄνω τυγχάνων. Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐβόα· Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω· μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον.

῞Οτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων.

Ἀρνὸς ἐφ᾽ ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παριόντα τὴν ὁδὸν ἔσκωπτε, καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοβόρον. Ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· Οὐ σύ με λοιδορεῖς, ἀλλ᾽ ὁ πύργος ἐν ᾦ ἵστασαι.

Ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕβριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόβον ὑψηλοτέρων.

Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλʼ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητῇ μὴ μιμεῖσθαι.

Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.