Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Δρῦς καὶ κάλαμος ἤρισαν περὶ ἰσχύος. Ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος ταῖς πνοαῖς ἐξέφυγεν· ἡ δρῦς δὲ ἀντιστᾶσα ἐκ ῥιζῶν ἀνεσπάσθη·
〈Ὁ〉 λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν.
Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔρριψεν. Ἡ δὲ φερομένη τοὺς καλάμους ἠρώτα· Πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοί, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε; Οῖ δὲ εἷπον· Ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀβλαβεῖς διαμένομειν.
῞Οτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν ἐνδόξοις, ἀλλ᾽ ὑποτάσσεσθαι καὶ ὑπείκειν.
Δρῦν καταβαλὼν ἐν ποταμῷ ἔρριψεν ἄνεμος. Ἡ δὲ φερομένη τοὺς ποταμίους καλάμους ἠρώτα· Πῶς ὑμεῖς ἀσθενεῖς ὄντες ὑπὸ τῶν ἀνέμων οὐ καταβάλλεσθε; Οἱ δὲ εἶπον· Ἡμεῖς παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀβλαβεῖς διαμένομεν· ὑμεῖς δὲ παντὶ ἀνθιστάμενοι ἀπὸ ῥιζῶν καταβάλλεσθε.