Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Πεύκη δρυτόμον ἰδοῦσα σφῆνας ἐξ αὐτῆς πεποιημένον καὶ ταύτην σχίζοντα ῥᾳδίως ἔφη· Οὐ τοσοῦτον τῷ πελέκει μέμφομαι ὅσον τοῖς ἐξ ἐμοῦ γενομένοις σφησί.
Πρίσται καὶ πεύκη. Πρίσται δέ ποτε κατέσχιζον τὴν πεύκην, σφῆνας ἐξ αὐτῆς ποιούντων τῶν τεκτόνων, οἶς καὶ ῥᾳδίως κατέσχιζον σανίδας. δὲ ἐθρήνει ὀλολύζουσα οὕτως· Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας. ῞Οτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι
παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμβῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται. 10Πρίσται κατέσχιζον πεύκην καὶ σφῆνας ἐξ αὐτῆς ἐποίουν κατασχίζοντες αὐτήν. Ἡ δὲ ἐθρήνει λέγουσα Οὐ τοσοῦτον τὸν πρίονα μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ σφῆνας.
Ὁ μῦθος δηλοῖ ὅτι λυπηρότεραι αἱ τῶν οἰκείων κακώσεις ὑπὲρ τῶν ξένων λίαν.