Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυ-νηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθʼ ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. Φοβηθεὶς δὲ, μή πως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε· κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῶα, ἐν οἷς ἦν καὶ λέων. Ὁ δὲ ταῦτα ὁρῶν πλείονα λύπην εἶχε. Καὶ δή ποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· ,,ὡ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω;“ Καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα, ἐκτυφλῶσαι τὸν λέοντα. Σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς, ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ, θᾶττον τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.

172

Υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον, εἶδε καθʼ ὕπνον ὑπὸ λέοντος θνήσκειν. Ὁ δὲ φοβηθεὶς, μή πως τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζώοις παντοίοις αὐτούς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων ἀπεμορφώθη. Ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, μᾶλλον κατεῖχεν αὐτὸν ἡ λύπη πλέον, ὃς ἱστάμενος τοῦ λέοντος πλησίον, τούτῳ προσεῖπεν· ,,ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ· ἆ! τί δέ σοι ἐγὼ ἄρτι ποιήσω;“ Ταῦτα αὐτοῦ τῷ λέοντι εἰπόντος, ἐπεξέτεινε τὴν χεῖρα ἐπὶ βάτον, τοῦ λαβεῖν κλάδους καὶ τὸν λέοντα κροῦσαι. Εὐθὺς δὲ σκόλοψ προσκρούσας τῷ δακτύλῳ, ἄλγει μεγάλῳ ἐφλέγμανε τὸν νέον, καὶ παραυτίκα ἄλαλος κατεκλίθη. Ὑπανάψας δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον.

Ὁ μῦθος δηλοῖ, ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω, καὶ μὴ κατασοφιζέσθω· οὐ γὰρ ἐκφεύξει.