Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστα· κόρυδος δὲ αὐτὸν θεασάμενος ἠρώτα, τί ποιεῖ. Τοῦ δὲ εἰπόντος πόλιν κτίζειν, καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθεν· ἐσθίων δὲ τὸ δέλεαρ ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. Τοῦ δὲ ὀρνιθοθήρου προσδραμόντος καὶ συλλαβόντος αὐτὸν, ὁ κόρυδος ἔφη· ,,ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τούς ἐνοικοῦντας εὑρήσεις.
Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσι.
Ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης, μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν. ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει. ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι· ,,τὸ λοιπὸν “ εἶπε ,,δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;“ ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἠβουλήθη. ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας· ,,πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει, τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότʼ ἐννυχεύει χρυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“ κἀκεῖνος εἶπεν· ,,οἶδα χρησίμους ὥρας· ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τι δειπνῆσαι.“
Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ ἡδονήν.