Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὄνος κηπωρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ, ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξας, ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. Ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευε κεραμεῖ αὐτὸν πωλῆσαι. Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλεῖον ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πωληθῆναι. Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· ,,ἀλλʼ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντι λιμώττειν, ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου οὐδὲ, ἂν ἀποθάνω, ταφῆς τεύξομαι.“
Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας ποθοῦσιν οἱ οἰκέται, ὅταν ἑτέρων πεῖραν λάβωσι.
Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο· κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτο καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόῤῥωθεν στάντος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο, καὶ πρὸς αὐτὸν ἔφη· ,,ἄθλιοι ἡμεῖς, οἳ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα· τούτῳ δὲ καὶ προσγελῶσιν.“
Ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ ἀπροόπτου (ἀπόπτου ?) δῆλοί εἰσιν.