Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἦγεν εἰς ἄστυ. Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαβὼν, ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προιέναι ἐβούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς, τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· ,,ὡ κακὴ κεφαλὴ, ἔτι καὶ τοῦτο λοιπὸν ἦν, ὄνον ὑπʼ ἀνθρώπων προσκυνεῖσθαι.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσι.

Ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε· πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. Ὁ δὲ ὄνος τυφωθεὶς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥῖψαι. Ἀλλὰ τοῦτον ξύλῳ παίων ὁ δεσπότης εἷπεν· ,,ὄνος εἶ θεὸν φέρων, ἀλλʼ οὐ θεοῖς ὑπάρχεις ὁμότιμος.

Κτηνώδεις ἄνδρας, τετυφωμένους ἐπʼ ἀλλοτρίοις, ὁ λόγος ἐλέγχει.