Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λύκος, τῶν λοιπῶν λύκων στρατηγήσας, πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνʼ, ὅ,τι τις αὐτῶν δηποτοῦν κυνηγήσῃ, εἰς μέσον ἀγάγῃ, καὶ μοιράσῃ τοῖς πᾶσι. Ταῦτʼ οὖν ὄνος ἀκηκοὼς, τὴν χαίτην ἔσεισε καὶ γελῶν ἔφη τάδε· „καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων· ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν, κοίτῃ παρέθου τῇ ἰδίᾳ λαθραίως εἰς τροφήν σοι; κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν.“ Ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους.
Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες, ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν, οὐκ ἐμμένουσιν.
Λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον, ἐγγὺς προσελθὼν „ἡλίκος“ ἔφη „ἄν ἦν ὑμῖν θόρυβος, εἰ ἐγὼ τοῦτο ἐποίουν;“