Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λύκου ποτὲ λαιμῷ ὀστέον ἐπάγη· τῇ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῆς προσεπιβαλοῦσα, ἐξανασπάσαι ἐκ τοῦ λαιμοῦ αὐτοῦ τὸ ὀστοῦν Ἠ δὲ ἐκβαλοῦσα τὸν μισθὸν ἐπεζήτει. Γελάσας οὖν ὁ λύκος καὶ τοὺς ὀδόντας θήξας, „ἀρκεῖ σοι“ εἶπεν „ἀντὶ μισθοῦ τοῦτο καὶ μόνον, ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξεῖλες κάραν σῴαν μηδὲν παθοῦσαν.“
Ὁ μῦθος πρὸς ἄνδρας δολίους, οἵτινες ἐκ κινδύνων διασωθέντες, τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς.
Λύκος, κατά τινα ἄρουραν ὁδεύων, εὗρε κριθάς. Μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει. Ἵππῳ δὲ συντυχὼν, [τοῦτον ἐπὶ τὴν ἄρουραν] ἐκεῖ αὐτὸν ἐκάλει, λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπειδὴ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. Καὶ ἵππος ὑποτυχὼν ἔφη· ,,ἀλλʼ ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας.“
Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.