Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λέων ἔν τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, ἐπὶ συμμαχίαν παρεκάλεσε, λέγων, ὅτι ἁρμόζει μάλιστα φίλους ἑαυτοὺς καὶ βοηθοὺς γενέσθαι· „σὺ μὲν γὰρ τῶν θαλαττίων ζώων, αὐτὸς δὲ τῶν χερσαίων εἰμὶ βασιλεύς.“ Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων μετʼ οὐ πολὺν χρόνον τινὰ μάχην ἔχων πρὸς ταῦρον ἄγριον προσεκάλει τὸν δελφῖνα εἰς βοήθειαν· ὡς δὲ ἐκεῖνος βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἡδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, τὴν φύσιν δὲ, ἥτις με θαλάσσιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβῆναι.“
Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους, οἳ ἐν τοῖς κινδύνοις πανταχοῦ παρεῖναι δύνανται.
Λέοντα δορκὰς ὡς ἴδεν μεμηνότα, „ὦ μοῖρα θηρῶν“ εἶπεν „ἀθλιωτάτη· εἰ σωφρονεῖν γὰρ δυσκάθεκτος εἶ λέων, πῶς νῦν μανεὶς οὐ μεστὰ δράσεις δακρύων;“
Ὅτι ἐξουσίαν ἔχοντα οὐ δεῖ θυμοῦσθαι.