Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λέων ἀκούσας βατράχου κεκραγότος, ἐπεστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι· προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν, εἰπών· „μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας.“ Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα γλωσσώδη, οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον.

Λέων ἐρασθεὶς θυγατρός τινος γεωργοῦ ταύτην

122
ἐμνηστεύσατο· ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνεῖσθαι διὰ τὸν φόβον δυνάμενος, τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς ὁ λέων αὐτῷ ἐπέκειτο, ἔλεγεν, ὡς νυμφίον αὐτὸν τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τοὺς ὀδόντας ἐξέληται καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην ἔφη. Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερον ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτὸν, ῥοπάλοις παίων αὐτὸν ἐξήλασεν.

Οὕτως οἱ ῥᾳδίως τοῖς ἐχθροῖς πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται, πρότερον φοβεροὶ καθεστηκότες.