Placita Philosophorum

Pseudo-Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι κατὰ τὸ ἔνθεον, ὅπερ ἐστὶν ἐνθεαστικόν, καὶ τὸ ὀνειροπολικόν. οὗτοι τὰ πλεῖστα μέρη τῆς μαντικῆς ἐγκρίνουσι.

Ξενοφάνης; καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν.

Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει.

Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατʼ ἐνθουσιασμὸν μόνον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχὴν θείου δέ τινος μετέχειν αὐτήν.

Δημόκριτος τοὺς ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παραστάσεις.

Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρʼ αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης.

Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπνεύστους,υς κατʼ ἀνάγκην γίνεσθαι τοὺς δὲ φυσικούς, ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὑτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμενον· τοὺς δὲ συγκραματικοὺς ἐκ τοῦ αὐτομάτου κατʼ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν, ὡς ἐπὶ τῶν τὰς ἐρωμένας ὁρώντων ἐν ὕπνῳ γίνεται.

Ἀριστοτέλης. σπέρμα ἐστὶ τὸ δυνάμενον κινεῖν ἐν ἑαυτῷ εἰς τὸ ἀποτελέσαι τι τοιοῦτον, οἷόν ἐστι τὸ ἐξ οὗ συνεκρίθη.

Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος τὸ σπέρμα, περίττωμα τῆς τροφῆς, ὥσπερ τὸ αἷμα καὶ μυελόν.

Ἀλκμαίων ἐγκεφάλου μέρος

Πλάτων μυελοῦ τοῦ νωτιαίου ἀπόρροιαν.

Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα.

Δημόκριτος ἀφʼ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν, οἷον ὀστῶν σαρκῶν καὶ ἰνῶν.

Λεύκιππος καὶ Ζήνων σῶμα· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα.

Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν τὸν κινοῦντα, σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην.

Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα πνευματικὴ γάρ.