Placita Philosophorum
Pseudo-Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον· οὐ γὰρ τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν· πᾶσα δʼ ἐπιφάνεια ἀσώματος. συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν αὐτὴ δʼ ἀσώματος πάντως καθέστηκεν, ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου ἡ μὲν ἐπιφάνεια οὐδὲν πάσχει ἡ δʼ ὕλη ἐστὶν ἡ καμπτομένη.
οἱ δὲ Στωικοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ
δρῶν ἢ καὶ ποιοῦν σῶμα, ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ ,· καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι, κινεῖ δʼ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δʼ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δʼ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται, καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον ἐν γοῦν ταῖς κατʼ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.οἱ Στωικοί φασιν εἶναι τῆς ψυχῆς ἀνώτατον μέρος τὸ ἡγεμονικὸν τὸ ποιοῦν τὰς φαντασίας καὶ συγκαταθέσεις καὶ αἰσθήσεις καὶ ὁρμάς· καὶ τοῦτο λογισμὸν καλοῦσιν. ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς ἐκπεφυκότα καὶ ἐκτεινόμενα εἰς· τὸ σῶμα, καθάπερ αἱ ἀπὸ τοῦ πολύποδος πλεκτάναι· τῶν δʼ ἑπτὰ μερῶν τῆς ψυχῆς πέντε μέν εἰσι τὰ αἰσθητήρια, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή· ὧν ἡ μὲν ὅρασίς ἐστι πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν, ἀκοὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὤτων, ὄσφρησις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι
μυκτήρων, γεῦσις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ, μέχρι γλώττης, ἁφὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν εὐαίσθητον τῶν προσπιπτόντων. τῶν δὲ λοιπῶν τὸ μὲν λέγεται σπέρμα, ὅπερ καὶ αὐτὸ πνεῦμά, ἐστι διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δὲ φωνᾶεν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον, ὃ καὶ φωνὴν καλοῦσιν, ἐστὶ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης καὶ τῶν οἰκείων ὀργάνων. αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν κόσμῳ κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ.Ἐμπεδοκλῆς τὴν πρώτην ἀναπνοὴν τοῦ πρώτου ζῴου γενέσθαι, τῆς μὲν ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων τὸ δὲ μετὰ τοῦτο ἤδη τοῦ ἐμφύτου θερμοῦ τῇ πρὸς τὸ ἐκτὸς ὁρμῇ τὸ ἀερῶδες ὑπαναθλίβοντος, τὴν ἐκπνοήν, τῇ δʼ εἰς τὸ ἐντὸς ἀνθυποχωρήσει τῷ ἀερώδει τὴν ἀντεπείσοδον παρεχομένου, τὴν εἰσπνοήν. τὴν δὲ νῦν κατέχουσαν φερομένου τοῦ αἵματος ὡς πρὸς τὴν ἐπιφάνειαν καὶ τὸ ἀερῶδες διὰ τῶν ῥινῶν ταῖς ἑαυτοῦ ἐπιρροίαις
ἀναθλίβοντος κατὰ τὴν ἐκχώρησιν αὐτοῦ γίνεσθαι τὴν ἐκπνοήν· παλινδρομοῦντος δὲ καὶ τοῦ ἀέρος ἀντεπεισιόντος εἰς τὰ διὰ τοῦ αἵματος ἀραιώματα, τὴν εἰσπνοήν. ὑπομιμνήσκει δʼ αὐτὸ ἐπὶ τῆς κλεψύδρας.Ἀσκληπιάδης τὸν μὲν πνεύμονα χώνης δίκην συνίστησιν, αἰτίαν δὲ τῆς ἀναπνοῆς τὴν ἐν τῷ θώρακι λεπτομέρειαν ὑποτίθεται, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ φέρεσθαι παχυμερῆ ὄντα, πάλιν δʼ ἀπωθεῖσθαι, μηκέτι τοῦ θώρακος οἵου τʼ ὄντος μήτʼ ἐπεισδέχεσθαι μήθʼ ὑποστέγειν ὑπολειπομένου δέ τινος ἐν τῷ θώρακι λεπτομεροῦς ἀεὶ βραχέος ʽοὐ γὰρ ἅπαν ἐκκρίνεταἰ, πρὸς τοῦτο πάλιν τὸ εἴσω ὑπομένον βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρεσθαι. ταῦτα δὲ ταῖς σικύαις παρεικάζει· τὴν δὲ κατὰ προαίρεσιν ἀναπνοὴν γίνεσθαί φησι, συναγομένων τῶν ἐν τῷ πνεύμονι λεπτοτάτων πόρων καὶ τῶν βραγχίων στενουμένων τῇ γὰρ ἡμετέρᾳ ταῦθʼ ὑπακούει προαιρέσει.
Ἡρόφιλος δυνάμεις ἀπολείπει περὶ τὰ σώματα τὰς κινητικὰς ἐν νεύροις ἐν ἀρτηρίαις ἐν μυσί· τὸν οὖν πνεύμονα νομίζει μόνον ὀρέγεσθαι διαστολῆς τε καὶ συστολῆς φυσικῶς· εἶτα δὲ καὶ τἆλλα. ἐνέργειαν μὲν οὖν εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ
πνεύματος ὁλκήν ὑπὸ δὲ τῆς πληρώσεως τῆς θύραθεν γινομένης ἐφέλκεται παρακειμένως δὲ διὰ τὴν δευτέραν ὄρεξιν ἐφʼ αὑτὸν ὁ θώραξ τὸ πνεῦμα μετοχετεύει, πληρωθεὶς δὲ καὶ μηκέτι ἐφέλκεσθαι δυνάμενος πάλιν εἰς τὸν πνεύμονα τὸ περιττὸν ἀντιμετερᾷ, διʼ οὗ πρὸς τὰ ἐκτὸς τὰ τῆς ἀποκρίσεως γίνεται, τῶν σωματικῶν μερῶν ἀντιπασχόντων ἀλλήλοις. ὅτε μὲν γὰρ διαστολὴ ὅτε δὲ συστολὴ γίνεται πνεύμονος, ταῖς ἀλλήλων ἀντιμεταλήψεσι πληρώσεώς τε καὶ κενώσεως γινομένης, ὡς τέσσαρας μὲν γίνεσθαι κινήσεις περὶ τὸν πνεύμονα, τὴν μὲν πρώτην καθʼ ἣν ἔξωθεν ἀέρα δέχεται, τὴν δὲ δευτέραν καθʼ ἣν τοῦθʼ ὅπερ ἐδέξατο θύραθεν ἐντὸς αὑτοῦ πρὸς τὸν θώρακα μετερᾷ, τὴν δὲ τρίτην καθʼ ἣν τὸ ἀπὸ τοῦ θώρακος συστελλόμενον αὖθις εἰς αὑτὸν ἐκδέχεται, τὴν δὲ τετάρτην καθʼ ἣν τὸ ἐξ ὑποστροφῆς ἐν αὐτῷ γινόμενον θύραζε ἐξερᾷ τούτων δὲ τῶν κινήσεων δύο μὲν εἶναι διαστολάς, τὴν τʼ ἔξωθεν τὴν τʼ ἀπὸ τοῦ θώρακοσΣ· δύο δὲ συστολάς, τὴν μὲν ὅταν ὁ θώραξ ἐφʼ αὑτὸν τὸ πνευματικὸν ἑλκύσῃ, τὴν δʼ ὅταν αὐτὸς εἰς τὸν ἐκτὸς ἀέρα ἀποκρίνῃ δύο γὰρ μόναι γίνονται περὶ τὸν θώρακα, διαστολὴ μὲν ὅταν ἀπὸ τοῦ πνεύμονος ἐφέλκηται, συστολὴ δʼ ὅταν τούτῳ πάλιν ἀνταποδιδῷοἱ Στωικοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δʼ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ.
Ἐπίκουρος καὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις· τὸ , γὰρ ἡγεμονικὸν ἀπαθές.
Στράτων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ οὐκ ἐν τοῖς πεπονθόσι τόποις συνίστασθαι. ἐν γὰρ ταύτῃ κεῖσθαι τὴν ὑπομονήν, ὥσπερ ἐπὶ τῶν δεινῶν καὶ ἀλγεινῶν καὶ ὥσπερ ἐπὶ τῶν ἀνδρείων καὶ δειλῶν.
Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι κατὰ τὸ ἔνθεον, ὅπερ ἐστὶν ἐνθεαστικόν, καὶ τὸ ὀνειροπολικόν. οὗτοι τὰ πλεῖστα μέρη τῆς μαντικῆς ἐγκρίνουσι.
Ξενοφάνης; καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν.
Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει.
Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατʼ ἐνθουσιασμὸν μόνον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχὴν θείου δέ τινος μετέχειν αὐτήν.
Δημόκριτος τοὺς ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παραστάσεις.
Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρʼ αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης.
Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπνεύστους,υς κατʼ ἀνάγκην γίνεσθαι τοὺς δὲ φυσικούς, ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὑτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμενον· τοὺς δὲ συγκραματικοὺς ἐκ τοῦ αὐτομάτου κατʼ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν, ὡς ἐπὶ τῶν τὰς ἐρωμένας ὁρώντων ἐν ὕπνῳ γίνεται.
Ἀριστοτέλης. σπέρμα ἐστὶ τὸ δυνάμενον κινεῖν ἐν ἑαυτῷ εἰς τὸ ἀποτελέσαι τι τοιοῦτον, οἷόν ἐστι τὸ ἐξ οὗ συνεκρίθη.
Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος τὸ σπέρμα, περίττωμα τῆς τροφῆς, ὥσπερ τὸ αἷμα καὶ μυελόν.
Ἀλκμαίων ἐγκεφάλου μέρος
Πλάτων μυελοῦ τοῦ νωτιαίου ἀπόρροιαν.
Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα.
Δημόκριτος ἀφʼ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν, οἷον ὀστῶν σαρκῶν καὶ ἰνῶν.
Λεύκιππος καὶ Ζήνων σῶμα· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα.
Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν τὸν κινοῦντα, σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην.
Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα πνευματικὴ γάρ.
Πυθαγόρας Ἐπίκουρος Δημόκριτος καὶ τὸ θῆλυ προΐεσθαι σπέρμα· ἔχει γὰρ παραστάτας ἀπεστραμμένους διὰ τοῦτο καὶ ὄρεξιν ἔχει παρὰ τὰς χρήσεις
Ἀριστοτέλης καὶ Ζήνων ὕλην μὲν ὑγρὰν προΐεσθαι οἱονεὶ ἀπὸ τῆς συγγυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν.
ἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἣκιστα τῶν ἀρρένων, μὴ μέντοι εἰς ζῳογονίαν
τοῦτο συμβάλλεσθαι διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας· ὅθεν ἐνίας προΐεσθαι πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα, καὶ μάλιστα τὰς χηρευούσας. καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄρρενος τὰς δὲ σάρκας παρὰ τῆς θηλείας.Ἀριστοτέλης τὰς μὲν συλλήψεις γίνεσθαι προανελκομένης μὲν ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ, καταμηνίων συνεπισπωμένων ἀπὸ τοῦ παντὸς ὄγκου μέρος τι τοῦ καθαροῦ αἵματος, ᾧ συμβαίνειν τὸν τοῦ ἄρρενος γόνον· μὴ γίνεσθαι δὲ τὰς κυήσεις παρʼ ἀκαθαρσίαν τῆς μήτρας ἢ ἐμπνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ ἀσθένειαν τῶν γυναικῶν ἢ διʼ ἀτονίαν τῶν ἀνδρῶν,
Ἐμπεδοκλῆς ἄρρενα καὶ θήλεα γίνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γεγενῆσθαι μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς ταῖς ἄρκτοις.
Παρμενίδης ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκτοις ἄρρενα βλαστῆσαι, τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος· τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα.
Ἱππῶναξ παρὰ τὸ συνεστὼς καὶ ἰσχυρὸν ἢ πσρὰ τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον σπέρμα.
Ἀναξαγόρας Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δʼ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά· εἰ δʼ ἐναλλαγείη τὰ τῆς καταβολῆς, γίνεσθαι θήλεα.
Λεωφάνης, οὗ μέμνηται Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ δεξιοῦ διδύμου τὰ δʼ ἐκ τοῦ ἀριστεροῦ.
Λεύκιππος διὰ τὴν παραλλαγὴν τῶν μορίων, καθʼ ἣν ὁ μὲν καυλὸν ἡ δὲ μήτραν ἔχει· τοσοῦτον γὰρ μόνον λέγει.
Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν τύχῃ, τὰ δʼ ἰδιάζοντα καὶ κατʼ ἐπικράτειαν.
Ἱππῶναξ, εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν εἰ δʼ ἡ τροφή, θῆλυ.
Ἐμπεδοκλῆς τέρατα γίνεσθαι παρὰ πλεονασμὸν σπέρματος ἢ παρʼ ἔλλειψιν ἢ παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ τὸ ἀπονεύειν· οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς αἰτιολογίας.
Στράτων παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν.
τῶν ἰατρῶν τινες παρὰ τὸ διαστρέφεσθαι τότε τὴν μήτραν ἐμπνευματουμένην.
Διοκλῆς ὁ ἰατρὸς ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίας σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος ἢ διὰ τὸ τοιοῦτον, ἐν ᾧ τὸ ζῳοποιητικὸν οὐκ ἔστιν· ἢ διὰ θερμασίας ἢ ψύξεως ἢ ὑγρασίας ἢ ξηρότητος ἔνδειαν ἢ κατὰ παράλυσιν τῶν μορίων.
οἱ δὲ Στωικοὶ κατὰ λοξότητα τοῦ καυλοῦ; μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας.
Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις, ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ· μικροτέρα.
Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος.
Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχουσʼ εἶναι γὰρ σπέρματα γονιμώτατα.
Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις, ὥσπερ ἐπὶ
τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη , τότε ἐπισύλληψιν δέχεσθαι.οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.
Ἐμπεδοκλῆς ὁμοιότητας γίνεσθαι κατʼ ἐπικράτειαν τῶν σπερματικῶν γόνων , ἀνομοιότητας δὲ τῆς ἐν τῷ σπέρματι θερμασίας ἐξατμισθείσης.
Παρμενίδης, ὅταν μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους τῆς μήτρας ὁ γόνος ἀποκριθῇ, τοῖς πατράσιν · ὅταν δʼ ἀπὸ τοῦ ἀριστεροῦ, ταῖς μητράσιν.
οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὰ σπέρματα, καὶ τὰς ὁμοιότητας ἀναπλάττεσθαι ἐκ τῶν αὐτῶν γενῶν τοὺς τύπους καὶ τοὺς χαρακτῆρας, ὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα τοῦ βλεπομένου. προΐεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα· κἂν μὲν ἐπικρατήσῃ τὸ τῆς γυναικός, ὅμοιον εἶναι τὸ γεννώμενον τῇ μητρί· ἐὰν δὲ τὸ τοῦ ἀνδρός, τῷ πατρί.
οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυχθῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι τὰ παιδία.
Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι τὰ βρέφη· πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν γυναῖκες, καὶ ὅμοια τούτοις ἀπέτεκον.
οἱ Στωικοὶ συμπαθείᾳ τῆς διανοίας κατὰ ῥευμάτων εἰσκρίσεις καὶ ἀκτίνων οὐκ εἰδώλων γίνεσθαι τὰς ἄλλων ὁμοιότητας.
οἱ ἰατροὶ στεῖραι γίνεσθαι παρὰ τὴν μήτραν ἢ παρὰ τὸ πυκνοτέραν εἶναι ἢ παρὰ τὸ ἀραιοτέραν ἢ παρὰ τὸ σκληροτέραν ἢ παρά τινας ἐπιπωρώσεις ἢ σαρκώσεις ἢ παρὰ μικροθυμίαν ἢ παρʼ ἀτροφίαν ἢ παρὰ καχεξίαν ἢ παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν ἢ διὰ παρασπασμόν.
Διοκλῆς ἀγόνους τοὺς ἄνδρας ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίους σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος· ἢ παρὰ τὸ ἄγονον εἶναι. τὸ σπέρμα ἢ
κατὰ παράλυσιν τῶν μορίων ἢ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν, ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς τὴν ἀπόστασιν τῆς μήτραςοἱ Στωικοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας· αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπʼ ἀλλήλων συνελθεῖν δʼ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖται.
Ἀλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς ἢ ψυχρότητα τὰς δὲ θηλείας παρὰ τὸ μὴ ἀναχάσκειν τὰς μήτρας, οὕτω γὰρ αὐτὸς εἴρηκεν.
Ἐμπεδοκλῆς διὰ τὴν σμικρότητα καὶ ταπεινότητα καὶ στενότητα τῆς μήτρας, κατεστραμμένως προσπεφυκυίας τῇ γαστρί, μήτε τοῦ σπέρματος; εὐθυβολοῦντος εἰς αὐτὴν μήτε, εἰ καὶ φθάσειεν, αὐτῆς ἐκδεχομένης.
Διοκλῆς δὲ μαρτυρεῖ αὐτῷ λέγων· ἐν ταῖς ἀνατομαῖς πολλάκις ἑωράκαμεν τοιαύτην μήτραν τῶν ἡμιόνων· καὶ ἐνδέχεσθαι διὰ τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας εἶναι στείρας.
Πλάτων ζῷον τὸ ἔμβρυον καὶ γὰρ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι.
οἱ Στωικοὶ μέρος εἶναι αὐτὸ τῆς γαστρί οὐ ζῷον· ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀπορρεῖν, οὕτω καὶ τὸ ἔμβρυον.
Ἐμπεδοκλῆς μὴ εἶναι μὲν ζῷον τὸ ἔμβρυον ἀλλʼ ἔμπνουν ὑπάρχειν ἐν τῇ γαστρί· πρώτην δʼ ἀναπνοὴν τοῦ ζῴου γίνεσθαι κατὰ τὴν ἀποκύησιν, τῆς μὲν ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων.
Διογένης γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα ἐν θερμασίᾳ δέ· ὅθεν τὸ ἔμφυτον θερμὸν τὸ ψυχρὸν εὐθέως, προχυθέντος τοῦ βρέφους, εἰς τὸν πνεύμονα ἐφέλκεσθαι.
Ἡρόφιλος κίνησιν ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις οὐ πνευματικήν· τῆς δὲ κινήσεως αἴτια νεῦρα τότε δὲ ζῷα γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τι τοῦ ἀέρος
Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι · ὅθεν εὐθέως γεννηθὲν
ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μήτρᾳ θηλάς τινας καὶ στόματα, διʼ ὧν τρέφεται.οἱ Στωικοὶ διὰ τοῦ. χορίου καὶ τοῦ ὀμφαλοῦ ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς.
Ἀλκμαίων διʼ ὅλου τοῦ σώματος τρέφεσθαι ἀναλαμβάνειν γὰρ . αὐτῷ ὥσπερ σπογγιά τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά.