Placita Philosophorum
Pseudo-Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δʼ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς Ἰάμβοις γράφων
ταῦτʼ ἔστι τὰ περὶ τοῦ μὴ εἶναι θεούς. καὶ Εὐριπίδης δʼ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον· ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτῃ τῇ γνώμῃ ἦν γάρ χρόνοσ φησὶν
- εἰς τὸ πρὸ τείχευς ἱερὸν ἁλέες δεῦτε,
- οὗ τὸν πάλαι χάγκεον ὁ πλάσας Ζᾶνα
- γέρων ἀλαζὼν ἄδικα βιβλία ψήχει
ἔπειτα φησὶ τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο κρύφα δʼ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ ψευδεῖ λόγῳ τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους
- ὅτʼ ἦν ἄτακτος ἀνθρώπων βίος
- καὶ θηριώδης ἰσχύος θʼ ὑπηρέτης·
ἀναιρείσθω γάρ, φησίν, ὁ ποιητικὸς λῆρος σὺν Καλλιμάχῳ τῷ λέγοντι
- ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ,
- ὃς ταῦτʼ ἀκούει καὶ βλέπει φρονεῖ τʼ ἄγαν.
οὐδὲ γὰρ ὁ θεὸς δύναται πᾶν ποιεῖν· ἐπεί τοί γε, εἰ θεὸς ἔστι, ποιείτω τὴν χιόνα μέλαιναν τὸ δὲ πῦρ ψυχρὸν τὸ δὲ καθήμενον ὀρθὸν καὶ τὸ ἐναντίον. καὶ γὰρ Πλάτων ὁ μεγαλόφωνος εἰπών ὁ θεὸς ἔπλασε τὸν κόσμον πρὸς ἑαυτὸν ὑπόδειγμα ὄζει λήρου βεκκεσελήνου, κατά γε τοὺς τῆς ἀρχαίας κωμῳδίας ποιητάς πῶς γὰρ αὑτῷ ἀτενίζων ἔπλασεν; ἢ πῶς σφαιροειδῆ τὸν θεόν, ὄντα ταπεινότερον ἀνθρώπου; ὁ δʼ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατʼ ἀρχὰς τὰ σώματα, νοῦς δʼ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα ἀτάκτως δὲ κινούμενα διὸ καὶ ὁ θεός, φησίν, ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησε ταῦτα. κοινῶς οὖν ἁμαρτάνουσιν ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων ἢ καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον συμπεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων· κακοδαίμων δʼ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. καὶ πάλιν ὁ θεὸς ὃν λέγουσιν ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτʼ ἦν ἀκίνητα τὰ σώματα, ἢ ἀτάκτως ἐκινεῖτο ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων. καὶ οὔτε τὸ πρῶτον ἔστι δἐξασθαι, ὁ γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον, εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει αἰώνιος γὰρ ὕπνος ὁ θάνατός ἐστιν · ἀλλʼ οὐδὲ δεκτικὸς ὕπνου θεός, τὸ γὰρ ἀθάνατον τοῦ θεοῦ καὶ τὸ ἐγγὺς θανάτου πολὺ κεχώρισται. εἰ δʼ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαιμονίαν ἢ ἐπεπλήρωτο ἐν μακαριότητι· καὶ οὔτε κατὰ τὸ πρῶτον μακάριός ἐστιν ὁ θεός, τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον, μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατʼ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ τὸ δʼ ἀστεῖον τἀναντία πάσχει; Ἀγαμέμνων τε γάρ
- εἰ θεὸν οἶσθα,
- ἴσθʼ ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν
ἀμφότερον βασιλεὺς τʼ ἀγαθὸς κρατερὸς τʼ αἰχμητής.ὑπὸ μοιχοῦ καὶ μοιχάδος ἡττηθεὶς ἐδολοφονήθη καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας ὑπὸ Δηιανείρας φαρμακευθεὶς ἐδολοφονήθη.
Θαλῆς νοῦν τοῦ κόσμου θεόν.
Ἀναξίμανδρος τοὺς ἀπείρους οὐρανοὺς θεούς.
Δημόκριτος νοῦν τὸν θεὸν ἑν πυρὶ σφαιροειδεῖ.
Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν.
Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δʼ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, ἔστι δὲ καὶ ὁ ὁρατὸς κόσμος.
Σωκράτης καὶ Πλάτων τὸ ἕν, τὸ μονοφυὲς καὶ αὐτοφυὲς τὸ μοναδικόν, τὸ ὄντως ἀγαθὸν πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τουτέστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον.
Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος
χω ριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἣτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον διῃρημένου δὲ τούτου κατὰ σφαίρας, τῇ μὲν φύσει συναφεῖς τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος αἴτιος τῆς κινήσεως κατʼ ἐνέργειαν.οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἕκαστα καθʼ εἱμαρμένην γίνεται · καὶ πνεῦμα μὲν διῆκον διʼ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον διὰ τὰς τῆς ὕλης, διʼ ἧς κεχώρηκε, παραλλάξεις· θεὸν δʼ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· τὸν δʼ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι.
Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς, λόγῳ δὲ πάντας τούτους θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δʼ αὐτὸς ἄλλως τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα.
παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον.
Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωικοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθὰς κακοὺς δὲ τὰς φαύλας.
Ἐπίκουρος δʼ οὐδὲν τούτων ἐγκρίνει.
ὕλη ἐστὶ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.
οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωικοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην διʼ ὅλης τὴν ὕλην.
οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.
Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ ἄμορφον ἀνείδεον ἀσχημάτιστον ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει , δεξαμενὴν δὲ τῶν εἰδῶν οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἱ δʼ ὕδωρ λέγοντες ἢ γῆν ἢ πῦρ ἢ ἀέρα τὴν ὕλην οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον.
ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν μὴ ὑφεστῶσα καθʼ αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους; ὔλας καὶ αἰτία γινομένη τῆς τούτων δείξεως.
Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνει, ἐν τοῖς νοήμασι καὶ ταῖς· φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας.
Ἀριστοτέλης δʼ εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης, ὃ ἐξ ὧν γεγονὸς τὸ ὑπὸ τοῦ θεοῦ.
οἱ ἀπὸ Ζήνωνος Στωικοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν.
αἴτιόν ἐστι διʼ ὃ τὸ ἀποτέλεσμα ἢ διʼ ὃ συμβαίνει τι.
Πλάτων τριχῶς τὸ αἴτιον· φησὶ γὰρ ὑφʼ οὗ ἐξ. οὗ πρὸς ὅ· κυριώτερον δʼ ἡγεῖται τὸ ὑφʼ οὗ· τοῦτο δʼ ἦν τὸ ποιοῦν, ὅ ἐστι νοῦς.
Πυθαγόρας καὶ Ἀριστοτέλης τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως· ὥστʼ εἶναι τὸν κόσμον σῶμα.
οἱ Στωικοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ.
σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει ἢ ὄγκος· ἀντίτυπος ὅσον ἐφʼ ἑαυτῷ · ἢ τὸ κατέχον τόπον.
Πλάτων μήτε βαρὺ εἶναι μήτε κοῦφον τῇ φύσει ἔν γε τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἐν δέ γε τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν · ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα.
Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν ἁπλῶς, κουφότατον δὲ τὸ πῦρ· ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτʼ ἄλλως.
οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν· κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου· βαρὺ δὲ τὸ εἰς μέσον· βαρὺ δʼ οὐκ ἔστι τὸ μέσον.
Ἐπίκουρος δʼ ἀπερίληπτα εἶναι τὰ σώματα καὶ τὰ πρῶτα δʼ ἁπλᾶ, τὰ δʼ ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν · κινεῖσθαι δὲ τὰ ἄτομα ποτὲ μὲν κατὰ στάθμην ποτὲ δὲ κατὰ παρέγκλισιν, τὰ δʼ ἄνω κινούμενα κατὰ πληγήν, κατὰ παλμόν.
Ἐμπεδοκλῆς πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὶν στοιχείων, ὁμοιομερῆ, ὅ ἐστι στρογγύλα.
Ἡράκλειτος ψηγμάτιά τινα ἐλάχιστα καὶ ἀμερῆ εἰσάγει.
σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.
οἱ ἀπὸ Πυθαγόρου σφαιρικὰ τὰ σχήματα τῶν τεττάρων στοιχείων, μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές.
χρῶμά ἐστι ποιότης σώματος ὁρατή.
οἱ Πυθαγορικοὶ χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος.
Ἐμπεδοκλῆς τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον.
Πλάτων. φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν.
Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης.
οἱ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν, ἐρυθρόν, ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς μίξεις τῶν
στοιχείων τὰς δὲ τῶν ζῴων καὶ παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων·οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ τὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον.
οἱ τὰς ἀτόμους περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν.
Ἀριστοτέλης δυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ οὐδαμῶς.
οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοιχείων μίξεις κατʼ ἀλλοίωσιν.
οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν.
Ἐμπεδοκλῆς δʼ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων.
Πλάτων τὰ μὲν τρία σώματα ʽοὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζεινʼ τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ· τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον.
οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες μέχρι Πλάτωνος τὸ κενὸν ἀπέγνωσαν.
Ἐμπεδοκλῆς
οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.
Λεύκιππος Δημόκριτος; Δημήτριος Μητρόδωρος Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει.
οἱ Στωικοὶ ἐντὸς μὲν τοῦ κόσμου οὐδὲν εἶναι κενὸν ἔξωθεν δʼ αὐτοῦ ἄπειρον.
Ἀριστοτέλης τοσοῦτον εἶναι τὸ κενὸν ἐκτὸς τοῦ κόσμου, ὥστʼ ἀναπνεῖν τὸν οὐρανόν· εἶναι γὰρ αὐτὸν πύρινον.
Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν.
Ἀριστοτέλης τὸ ἔσχατον τοῦ περιέχοντος συνάπτον τῷ περιεχομένῳ.
οἱ Στωικοὶ καὶ Ἐπίκουρος διαφέρειν κενὸν τόπον χώραν καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν
σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης;.Πυθαγόρας τὸν χρόνον τὴν σφαῖραν τοῦ περιέχοντος εἶναι.
Πλάτων αἰῶνος εἰκόνα κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως.
Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν.
Πλάτων οὐσίαν χρόνου τὴν τοῦ οὐρανοῦ κίνησιν.
οἱ πλείους τῶν Στωικῶν αὐτὴν τὴν κίνησιν. καὶ οἱ μὲν πλείους ἀγένητον τὸν χρόνον, Πλάτων δὲ γενητὸν κατʼ ἐπίνοιαν.
Πυθαγόρας Πλάτων κίνησίς ἐστι διαφορά τις ἢ ἑτερότης ἐν ὕλῃ.
Ἀριστοτέλης, ἐντελέχεια κινητοῦ.
Δημόκριτος, ἓν γένος τῆς κινήσεως τὸ κατὰ παλμόν.
Ἐπίκουρος, δύο εἴδη τῆς κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν.
Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δʼ αἰσθητήν.
Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δʼ ἀίδιον μὲν τοῖς ἀιδίοις φθαρτὴν δὲ τοῖς φθαρτοῖς.
Παρμενίδης Μέλισσος Ζήνων ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον.
Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι.
Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν γίνεσθαι ἐκ γὰρ ἀλλοιώσεως στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως ταῦτα γίνεσθαι.
Θαλῆς· ἰσχυρότατον ἀνάγκη, κρατεῖ γὰρ τοῦ παντός.
Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ.
Παρμενίδης καὶ Δημόκριτος πάντα κατʼ ἀνάγκην τὴν αὐτὴν δʼ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν.