Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἐν δὲ ταῖς χορδαῖς τὸ ἴσον κατὰ θάτερον δῆλον· ὅσῳ γὰρ εὐτονωτέρα ἡ τῆς λεπτοτέρας τάσις τοσῷδε ἡ ἀνεῖσθαι δοκοῦσα παχυτέρα, οὕτω τε ὅσῳ ἰσχυρότερος ὁ ἦχος ἐκ τῆς λεπτοτέρας τοσῷδε βαρύτερος ὁ ἕτερος· ἐκ γὰρ μείζονος ὁ πλείων καὶ τοῦ πέριξ ἦχος. Πῶς γὰρ ἂν σύμφωνοι ἐγίγνοντό τινες φθόγγοι εἰ μὴ ἰσότης ἦν; ἀσύγκριτον γὰρ τὸ πλεονάζον, τὸ γὰρ ὑπέρμετρον ὑπὲρ τὴν μῖξιν διάδηλον γίγνεται. Διὸ τοῖς κατὰ τὴν κρᾶσιν ἰσχυροτέροις τὸ ἀνειμένον πλεῖον ἐπιμίγνυται εἰς τὸ ἰσοδυναμῆσαι·

ὥστε ἐστί τις συμφωνία καὶ ἰσότης τῶν ἐξ ὧν γίνεται. Εἰ γὰρ ὁ ὀξὺς πλείους κινοῖτο ἀριθμοὺς, πῶς ἂν συνήχησις γένοιτο; καὶ γὰρ, ὥς φασι, καὶ πορρωτέρω ἀκούεται ὁ ὀξύτερος φθόγγος τῷ πορρωτέρω διὰ τὴν τῆς κινήσεως ὀξύτητα διικνεῖσθαι. Εἰ διὰ τὸ πλῆθος γίγνεται, οὐκ ἄν ποτε γένοιτο σύμφωνος οὗτος πρὸς τὸν βαρὺν, οὔθʼ ὅτε ἀκούεται, εἴ γε ἐν ἀμφοτέροις ἡ συμφωνία, οὔθʼ ὅτε ἐκλείπει ὁ βαρύτερος, ἀνάγκη γὰρ κατὰ τὴν λεληθυῖαν ἔκλειψιν μηκέτʼ ἀκούεσθαι· οὔτε μάλιστα ἄμφω ἀκούονται· καὶ τότε γὰρ ὁ ὀξὺς σφοδρότερός ἐστιν ἅτε οἷός τε ὢν καὶ πόρρω διικνεῖσθαι· φθάνει τε οὖν τὸν βαρὺν καὶ κατισχύει ὥστε σφετερίζεσθαι τὴν αἴσθησιν ἀεὶ μὴ μειονεκτοῦντος τοῦ βαρυτέρου.

Ἀλλʼ ἐπεί ἐστί τι σύμφωνον ἰσότητα δηλοῦν ἀμφοῖν τοῖν φθόγγοιν, ἰσότης ἐστὶ τῶν δυνάμεων διαφέρουσα τῇ ἰδιότητι ἑκατέρα. Τὸ γὰρ ὀξύτερον φύσει ὂν ἐκδηλότερον οὐκ ἰσχυρότερον πορὁ ρωτέρω ἀντιληπτόν ἐστι τοῦ βαρυτέρου, ὥσπερ τὸ λευκὸν ἄλλου του χρώματος, ἤ τι ἕτερον ὃ οὐχὶ τῷ θάτερον ἧττον εἶναι ὁ πέφυκε μᾶλλον ἀντιληπτόν ἐστιν, ἢ τῷ μὴ διὰ τοὺς ἴσους ἀριθμοὺς κινεῖσθαι, ἀλλὰ τῷ μᾶλλον τῷδε ἢ τῶδε ἐπιβάλλειν τὴν αἴσθησιν διὰ τὴν πρὸς τὰ πέριξ ἀνομοιότητα. Οὕτως διικνεῖται μὲν καὶ ὁ βαρύς, ἡ δʼ ἀκοὴ θᾶττον ἀντιλαμβάνεται διὰ τὴν ἰδιότητα τοῦ ὀξέος, οὐ διὰ τὸ ἐν αὐτῷ πλῆθος.

Καὶ γὰρ δή γε εἰ καὶ πορρωτέρω ἐκινεῖτο οὐ διὰ τὸ πλείους κινεῖσθαι ἀριθμοὺς ὁ ὀξύτερος ἀλλὰ διὰ τὸ

σχῆμα· ἐπειδὴ ὁ μὲν ὀξὺς ἦχος πρόσω μᾶλλον φέρεται καὶ ἄνω ὁ δὲ βαρὺς πέριξ κατʼ ἴσον μᾶλλον. Δῆλον δὲ καὶ ἐκ τῶν ὀργάνων· τὸ μὲν γὰρ ὑπόκερας καὶ τὸ σὺν τῷ χαλκώματι περιηχητικώτερα ἅτε τοῦ ἤχου ἴσου περὶ πᾶν γιγνομένου. Καὶ γὰρ εἴ τις ὀξὺν φθεγγόμενος φθόγγον ἅπτοιτο τῆς αὑτοῦ πλευρᾶς, ἔπειτα πάλιν βαρὺν, αἰσθάνοιτο ἂν μᾶλλον ἐπὶ τοῦ βαρέος φθόγγου τῇ χειρὶ τῆς περὶ τὴν πλευρὰν κινήσεως. Κἂν τοῦ ὀργάνου ἅπτηται τῆς χέλυος ἢ τοῦ κέρατος ἢ ἀγκῶνος ὁπότε τὴν λεπτὴν τύπτοι καὶ τὴν τοῦ βαρέος προετικὴν, πάλιν ἐπαίσθοιτο ἂν μᾶλλον τῆς περὶ τὸ κύτος κινήσεως ὁπότε τὴν τοῦ βαρυτέρου τύπτοι ἤχου προετικήν. Εἰς πᾶν γὰρ ὁ βαρὺς φθόγγος διικνεῖται πέριξ, ὁ δὲ ὀξὺς πρόσω ἢ εἰς ὁ βιάζεται ὁ φθεγγόμενος.

Εἰ οὖν ὅσῳ πρόσω κινεῖται ὁ ὀξὺς τοσόνδε περὶ πᾶν κινοῖτο ὁ βαρὺς οὐκ ἂν ἐλάττους κινοῖτο ἀριθμούς· ὅπερ κἀκ τῶν αὐλητικῶν δῆλον· ὁ γὰρ μακρότερος αὐλὸς βαρύτερος ἐν ᾧ πλεῖον τὸ πνεῦμα περὶ ὃ πᾶν ἡ κίνησις. Ἀλλʼ οὐδὲ τάχει ἂν διαφέροι ὁ ὀξύς· προκαυ τελαμβάνετο γὰρ ἂν τὴν ἀκοὴν ὥστε μὴ γίγνεσθαι σύμφωνον· εἰ δὲ γίγνεται ἰστοταχοῦσιν ἄμφω· οὐχὶ οὖν ἀριθμοί τινες ἄνισοι τὸν τῶν διαφορῶν λόγον ποιοῦσιν. Αἱ δὲ φύσει τοιαίδε φωναὶ φύσει συνηρμοσμέναι οὖσαι· οὐδὲ γὰρ τὰ διαστήματα, ὥς τινές φᾶ σιν, αἴτια τῶν διαφορῶν, διὸ καὶ ἀρχαί·