Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Θ. ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰς χρόας τὸν πολύποδα φησὶ τοῖς πετρώδεσι μάλιστα τόποις συνεξομοιοῦσθαι· τοῦτο ποιοῦνται φόβῳ καὶ φυλακῆς χάἐυ ριν. Ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διαμενόντων ζώων οὐ δέχεσθαί φησι τοὺς πολύποδας τὴν θάλατταν· ἐν δὲ τῷ περὶ κατὰ τόπον διαφορῶν ὁ Θ. πολύποδας οὐ γίνεσθαί φησι περὶ Ἑλλήσποντον· ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά· ταῦτα δʼ ἀμφότερα πολέμια πολύποδι. (Athenae. 7, p. 317.)
Ὅτι τῶν ἀθρόων φαινομένων ζώων οὐχ ἡ αὐτὴ
πάντων αἰτία ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φανερὰ ὥσπερ τῶν μυιῶν, αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι μᾶλλον γίνονται. Τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλλων σῆψις. Ἄλλα δὲ προϋπάρχει μὲν ἐκφαίνεται δὲ διὰ τοὺς ὑετοὺς ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βάτραχοι· οὐ γὰρ ὕονται ὥς τινες οἴονται, ἀλλὰ προφαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν. Ἄλλο δὲ γένος ἐστι τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι. Τὸ δὲ πλῆθος καὶ τούτων καὶ τῶν ἄλλων ὅταν εὐθηνήσωσιν.Ὅτι μᾶλλον μετὰ τὰς διαλύσεις καὶ τῶν πανηγύρεων καὶ τῶν στρατοπέδων ἢ ἔτι συνισταμένων αἱ μυῖαι γίνονται· συμβαίνει γὰρ παρόντων μὲν διὰ τὰς καθημερινὰς χρείας καὶ κινήσεις φθείρεσθαι τὰς γενέσεις αὐτῶν κινήσεως ἀεὶ καὶ μεταβολῆς γινομένης ὡς ἐν τοῖς ἄλλοις καὶ ἐν αὐτοῖς τοῖς καθάρμασιν ἐκβαλλομένοις αὐτῶν· ὅταν δὲ διαλυθῶσιν ἡσυχίας γενομένης ταχὺ συντελεῖται διὰ τὸ μὴ ὑπʼ οὐοδένος κωλύεσθαι μέχρι οὗ ἂν ξηρανθῇ τὸ ἐν τοῖς αθάρμασιν ὑγρόν. Ἡ μὲν οὖν τῶν μυιῶν γένεσις ταχεῖαν καὶ πολλὴν ὡς εἴρηται τὴν γένεσιν λαμβάνει.
Οἱ δʼ ἀττέλεβοι καὶ αἱ ἀκρίδες πανταχοῦ μέν εἰσιν ὡς εἰπεῖν, πλήθεται δὲ ταῦτα τῷ τε τόπους οἰκείους λαμβάνειν καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠὰ, ὃ συμβαίνει διὰ τὴν ἀργίαν τῆς χώρας· ἐν γὰρ τῇ γεωργουμένη ἀπόλλυνται, διὸ καὶ ἐκ τῆς ἐρήμου καὶ ἀργούσης καταφέρονται πρὸς τὴν οἰκουμένην καὶ ἐργάσιμον. Ἐγχρονίζουσι δὲ ἢ διὰ τὸ περιέχεσθαι τὸ χωρίον ὄρεσιν ὑψηλοῖς καὶ ὑπερᾶραι ταῦτα μὴ δύνα- σθαι· ἢ διὰ τὸ ἐπιτήδειον τῆς χώρας. Τοιαύτη δὲ ἣ τε μαλακὴ καὶ νοτίδα ἔχουσα καὶ δροσοβόλος.