Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 159

Θ. δέ φησιν ἐν τῷ περὶ ὑδάτων· τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον· διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μίξιν ἔχον λιτρώδη --- καὶ τῶν γλυκέων δὲ, φησὶν, ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. Αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. Μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ἁλυκόν καὶ ὅλους ποταμοὺς καθὰ τὸν ἐν Κιθαιρῶνι, παρʼ ᾧ Ζηνὸς, καὶ τὸν ἐν Καρίᾳ, παρʼ ᾧ Ποσειδῶνος ἱερόν ἐστιν· αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον. Ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη εἰσὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα. Τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐννενήκοντα ἓξ, θέρους δὲ τεσσαράκοντα ἕξ. Συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος, διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος. Καὶ ταὐτὰ περὶ Αἴγυπτόν φησιν ὅταν μαλακώτερος ὁ ἀήρ. Τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς καὶ τὸ θαλάσσιον θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὅμοιον πάσχον. Μόνον δʼ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης. Χείρω δʼ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας· δυσκατεργαστότερα γάρ ἐστι, τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν τὰ δὲ ψυχρότητος ὑπερβολῇ. Τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά. Ἐν Κρανῶνι δʼ ἐστὶν ὕδωρ ἡσυχῆ θερμὸν ὁ θερμαῖνον διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. Τὰ δʼ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνονται. Διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι. Καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον. Καὶ τοῦτο κεκομμένον ἐστὶ τῷ ἀέρι. Διὸ καὶ τῶν ὀμβρίων βελτίω, καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι· σημεῖον δὲ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλο ὕδατος. Τὰ δὲ ψυχρὰ σκληρὰ διότι γεωδέστερα. Τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστιν. Κατὰ τὴν αὐτὴν δʼ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις· ἧττον γὰρ μέμικται τῷ γεώδει. Ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχροὰς τῶν ὑδάτων. Τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας. Τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς, καίπερ ὄντος διʼ ὑπερβολὴν λεπτοῦ· σημεῖον δέ· τοῦ Ὕπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις. Πολλαχοῦ δ' εἰσὶ κρῆναι αἱ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν πρὸς ἥν φησι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας. Ἁλμώδεις δʼ ἅμα τῷ ὄξει ἐν

τῆς Σικελίας· ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον τὴν χρόαν, ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη. Καὶ παρʼ ἄλλοις δ' εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. Καὶ τῶν θερμῶν δʼ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστὶν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγασὰς, τά τʼ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Παγνηυ σίον καὶ ἐν Μήλῳ καὶ ἐν Λιπάρᾳ. Ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσων Ὄλυμπον τὰ βασιλικὰ καλούμενα. Τὰ δʼ ἐν Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν Χαρακωμήτην ποταμὸν, ἔτι δὲ Νύσσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουομένους ἐλαίου. Τοιαῦτα καὶ τὰ Δασκύλου κώμῃ· τὰ δʼ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά· τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὸ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας· τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστι ἥδιστα· τὰ γὰρ περὶ Βαΐας ἢ Βαΐου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα. (Athenae. 2, p. 41.)

Fr. 160

Περὶ δὲ τῶν ὑδάτων Θεόφραστόν φησι τὸ καλούμενον Στυγὸς ὕδωρ λέγειν, ὅτι ἐστὶν ἐν Φενεῷ, στάζει δ' ἔκ τινος πετριδίου, τοὺς δὲ βουλομένους αὐτοῦ ὑδρεύεσθαι σπόγγοις πρὸς ξύλοις δεδεμένοις λαμβάνειν· διακόπτειν δὲ πάντα τὰ ἀγγεῖα πλὴν τῶν κερατίνων· τὸν δʼ ἀπογευσάμενον τελευτᾶν. (Antigon. Caryst. sect. 174.)

Fr. 161

Ἐν δὲ Θράκῃ περὶ τὸ Πάγγαιον ἱστορεῖ Θ. εἶναι κρήνην ἐφʼ ἧς ταὐτὸ γέμον ὕδατος σταθμώμενον χειμῶνος ἕλκειν διπλάσιον σταθμὸν ἢ θέρους. (Plut. Qu. nat. p. 914.)

Fr. 162

Τὸ ὕδωρ ὁ Κρᾶθις λευκῆς χρόας ποιητικὸν μεθἵησι ποταμὸς ὤν· τὰ γοῦν πρόβατα πιόντα αὐτοῦ καὶ οἱ βόες καὶ πᾶσα ἡ τετράπους ἀγέλη, καθά φησι Θ., λευκὰ ἐκ μελάνων ἐγένετο ἢ πυρρῶν. (Aelian. Hist. anim. 12, c. 36.)

Fr. 163

Διὰ τί χειμῶνος μᾶλλον ἢ θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα; καίτοι τά γε ἄλλα μᾶλλον τῷ θέρει τοῦτο πάσχει. Πότερον, ὡς Θ. οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντπεριίσταται καὶ θερμότερα ποιεῖ τὰ ἐν βάθει τῆς θαλάσσης ὥσπερ τῆς γῆς· διὸ

καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ χειμῶνός εἰσι καὶ μᾶλλον ἀτμίζουσι αἱ λίμναι καὶ οἱ ποταμοί· κατακλείεται γὰρ εἰς βάθος ἡ θερμότης ὑπὸ τοῦ ψυχροῦ κρατήσαντος. (Plut. Quaest. nat. p. 915.)

Fr. 164

Θ. τὴν περὶ τὰς Αἰόλου νήσους ἀναζεῖν οὕτως ἐπὶ δύο πλέθρων τὸ μῆκος ὥστε μὴ δυνατὸν εἶναι διὰ τὴν θερμασίαν ἐμβαίνειν εἰς αὐτήν. (Antig. Caryst. sect. 145.)

Fr. 165

Θ. ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασι τὸν ἀπὸ τῶν Αἰόλου νήσων φησὶ βρόμον τοῦ πυρὸς καίεσθαι μέχρις ἑνὸς σταδίου καὶ περὶ τὸ Ταυρομένιον ἀκούεσθαι ψόφον βροντῇ παραπλήσιον. (Schol. ad Apoll. Rhod. Arg. 4. 834.)

Fr. 166

Ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει· ἡ δὲ τούτων ἀνάο κτήσις ὄξους ἐγχύσει καὶ πεπερίδος ἢ κνίδης καρπῷ τριφθείσης. (Athenae. 2, p. 66.)

Fr. 167

Λέγει δὲ περὶ αὐτῶν Θ. τὸ ὕδνον καὶ ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον· καὶ πάλιν· ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ· δοκεῖ δὲ ἡδὺ σφόδρα τοῦτʼ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη. Καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γενόμενον ἴτον. Περὶ δὲ τούτων διόν τι λέγεται· φασὶ γὰρ ὅταν ὕδατα μετοπωρινὰ καί βρονταὶ γίνωνται σκληραὶ τότε γίνεσθαι· καὶ μᾶλλον ὅταν αἱ βρονταὶ, ὡς ταύτης αἰτιωτέρας οὔσης. Οὐ διετίζειν δὲ ἀλλʼ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχει τοῦ ἦρος. Οὐ μὴν ἀλλʼ ἔνιοί γʼ ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν· ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν· τοῦτο δʼ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται. Γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται· φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι, καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων. (Athenae. 2. p. 62.)

Fr. 168

Θ. δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει· ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας ἅμα τοῖς μύκησι γινομένους· ἄρριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν· ὁ δὲ μύκης ἔχει προσφύσεως ἀρχὴν τὸν καυλὸν εἰς μῆκος καὶ ἀποτείνουσιν ἀπʼ αὐτοῦ ῥιψί. Φησὶ δὲ καὶ ὅτι ἐν τῇ περὶ τὰς Ἡρακλέους στήλας θαλάσσῃ ὅταν πλείω ὕδατα γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. (Athenae. 2, p. 61.)

Fr. 169

Φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ πρυνσήκων οἱ μηδὲ ἒν πολλάκις· τὸ δὲ αἴτιον Θ. λέγει φυσικώτατα ἀνιχνεύσας, ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ ἀποκρίνει· οὐκοῦν τὸ σπέρμα ἐν ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ ταῖς σαραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ εἶτα ἀναφύει ἐκεῖνο ἐξ ὧν ἐβλάστησεν, ἀναπείθει· οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις καὶ ἐν ἄλλῳ ἄλλο. (Aelian. Hist. anim. 9, c. 27.)

Fr. 170

Θ. δὲ ἐν τῇ περὶ τῶν φυτῶν πραγματείᾳ τὴν θαψίαν ῥίζαν ᾗ οἱ ἰατροὶ χρῶνται, ἐάν τις σὺν κρέασιν ἑψήσῃ, τὰ πολλὰ ἓν γίγνεσθαι ὥστε ἐκ τοῦ ἀγγείου μηκέτι δύνασθαι ἐξαιρεθῆναι. (Apollon. Hist. mirab. sect. 16.)