De Signis Tempestatum

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει. Καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα. Καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ, καὶ ἐὰν ἐκ νεφελῶν ἀν ἐχῃ ὑδατικὸν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου. Καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος ὑφʼ οὗ ἐὰν σχίζωνταν αἱ ἀκτῖνες χειμερινὸν τὸ σημεῖον. Καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται ὕδατος τὸ σημεῖον.

Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς. Ἐὰν μὲν ᾖ πυρώδης πνευματώδη σημαίνει τὸν

μῆνα, ἐὰν δὲ ζοφώδης ὑδατώδη· σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.

Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διᾴττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ. Καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος σημεῖον ὕδατος. Καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν ὕδατος σημεῖον. Καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν ὕδωρ σημαίνει. Ὑετοῦ δὲ σημεῖα πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ. Ὡς δʼ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.

Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ ὕδωρ σημαίνουσι, σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον. Καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχνος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπʼ αὐτὸν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.

Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι. Καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ. Καὶ ἡ σαύρα φαινομένη ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει. Χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι. Βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει.