De Signis Tempestatum

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθʼ ὅσον ἦν ἐφικτὸν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρʼ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες. Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν.

Εἰσὶ δὲ δύσεις διτταί· οἵ τε γὰρ ἀφαυ νισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ. Ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταὶ, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δʼ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ. Αἱ μὲν οὖν τοῦ ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν· ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα. Τῶν δʼ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ κυνός.

Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν· τῶν τε γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει. Διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ. Ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων.

Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρʼ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν συνέταξεν. Ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνησιν ὁ δὲ Μέτων Ἀθηεναῖος. Καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.

Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατʼ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης·

ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταγͅ μένου. Ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις.