De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Κοινὰ δὲ καὶ τὰ τοιαῦτα πλειόνων οἷον ἀστέρων τε διᾳττόντων καὶ παρηλίων φάσις καὶ ἀπομάρανσις ἢ ῥῆξις καὶ εἴ τι τοιοῦθʼ ἕτερον. Πρότερον γὰρ ὁ ἀὴρ ὁ ἄνω τῷ πάσχειν ἀποδηλοῖ τὴν τῶν πνευμάτων φύσιν. Ἔτι δὲ τὸ ἐπὶ τέλει μεγίστους εἶναι, καὶ γὰρ τοῦτο κοινὸν πλείοσιν· ὅταν γὰρ ἀθρόον ἐμπνεύσωσι μικρὸν γίγνεται τὸ λοιπόν. Τὰ μὲν οὖν τοιαῦτα καθάπερ εἴρηται κοινά πως τῆς οὐσίας.
Ἐστι δὲ τὰ καθʼ ἕκαστον ἴδια κατὰ τὴν ἑκάστου φύσιν καὶ θέσιν, ὧν τὰ μὲν τοῖς τόποις μερίζεται καθʼ οὓς καὶ πρὸς οὓς αἱ πνοαὶ, τὰ δὲ ταῖς ἀρχαῖς ἀφʼ ὧν, τὰ δὲ ἄλλοις τοιούτοις. Ἰδιώτατα δʼ οὖν ὡς εἰπεῖν τὰ περὶ τὸν καικίαν libri ἀπαρκτίαν καὶ τὰ περὶ τὸν ζέφυρόν ἐστιν. Ὁ μὲν γὰρ καικίας libri ἀπαρκτίας μόνος ἐφʼ αὑτὸν ἄγει τὰ νέφη καθάπερ καὶ ἡ παροιμία λέγει, "ἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφη".
Ὁ δὲ ζέφυρος λειότατος τῶν ἀνέμων καὶ πνεῖ δείλης καὶ ἐπὶ τὴν γῆν καὶ ψυχρὸς, τῶν ἐνιαυσίων ἐν δυοῖν μόνον ὥραις, ἐαρινῇ καὶ μετοπώρου. Πνεῖ δʼ ἐνιαχοῦ μὲν χειμέριος, ὅθεν καὶ ὁ ποιητὴς δυσαῆ προσηγόρευσεν. Ἐνιαχοῦ δὲ μέτριός ἐστι καὶ μαλακὸς διὸ καὶ Φιλόξενος ἡδεῖαν αὐτοῦ πεποίηκε τὴν πνοήν. Καὶ τῶν καρπῶν τοὺς μὲν ἐκτρέφει τοὺς δʼ ἀπολλύει καὶ διαφθείρει τελείως.
Αἴτιον δὲ τῷ μὲν καικίᾳ διότι πέφυκε κυκλοτερεῖ φέρεσθαι γραμμῇ ἧς τὸ κοῖλον πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστὶν ὥσπερ τῶν ἄλλων διὰ τὸ κάτωθεν πνεῖν· πνέων δʼ ἐπὶ τὴν ἀρχὴν οὕτως ἐφʼ αὑτὸν ἄγει τὰ νέφη· πρὸς ὁ γὰρ ἡ πνοὴ καὶ τῶν νεφῶν ἐντεῦθεν ἡ φορά.
Ὁ δὲ ζέφυρος ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀφʼ ἑσπέρας ἀπὸ θαλάττης καὶ πεδίων ἀναπεπταμένων, καὶ ἔτι μετὰ χειμῶνα τοῦ ἦρος ἄρτι τοῦ ἡλίου κρατοῦντος καὶ μετοπώρου πάλιν ὅτʼ οὐκέτι κρατεῖ. Τοῦ δὲ βορέου ἧττον ψυχρὸς διὰ τὸ ἀφʼ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν. Οὐ συνεχὴς δὲ διὰ τὸ μὴ κρατεῖσθαι τὸ γινόμενον πνεῦμα· οὐ γὰρ ὥσπερ ἐν γῇ --- ἀλλὰ πλανᾶται διὰ τὸ ἀφʼ ὑγροῦ βεβηκέναι ἐφʼ ὁμαλῆ διὰ τοῦτο καὶ λεῖός ἐστιν·