De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Κρᾶσις δὲ καὶ μίξις οὐκ ἔστιν ὡρισμένη τῶν ἀρωμάτων ὥστʼ ἐκ τῶν αὐτῶν ἀεὶ χρηστὰ καὶ ὅμοια γίνεσθαι, ἀλλοῖα δὲ συμβαίνει διὰ τὴν ἀνωμαλίαν τῶν δυνάμεων τῶν ἐν τοῖς ἀρώμασι. Τῆς δʼ ἀνωμαλίας αἰτίαι πλείους. Μία μὲν, ἥπερ καὶ τοῖς ἄλλοις καρποῖς, ἡ τοῦ ἔτους κατάστασις· αὔτη γὰρ πολυχουστέρας ὁτὲ δʼ ἀσθεονεστέραςτὰςδυνάμεις ποιεῖ. Ἑτέρα δὲ ἐν τῇ συλλογῇ, τὸ προτερῆσαι τῆς ἀκμῆς ἢ ὑστερῆσαι· καὶ γὰρ τοῦτο οὐ μικρὸν διαφέρει. Τρίτη δʼ ἡ μετὰ τὴν συλλογὴν, ὅσα χρόνου δεῖται πρὸς τὴν ἀκμὴν ὥσπερ ἐλέχθη· καὶ γὰρ ἐνταῦθά ἐστι τὸ προτερεῖν καὶ ὑστερεῖν·

τούμὀι

των δὲ τὸ μὲν τῶν ἐτῶν οὐκ ἐφʼ ἡμῖν, πλὴν εἰς τὸ εἰδέναι τὰ ποῖα σφοδροτέρας καὶ ἀσθενεστέρας ἔχει τὰς δυνάμεις· τὰ δὲ κατὰ τὰς ἀκμὰς τῆς τε συλλογῆς καὶ μετὰ τὴν συλλογὴν ἐφʼ ἡμῖν ἐστὶ, τῷ εἰδότι μᾶλελον τὸ ἐπιτυγχάνειν. Ἡ μὲν οὖν γένεσις καὶ σύνθεσις τῶν μύρων ἐκ τούτων. Πολυχρονιώτατον δʼ ἐστὶ τό τʼ αἰγύπτιον καὶ τὸ ἴρινον καὶ τὸ ἀμαρά κινον καὶ τὸ νάρδινον, πάντων δὲ μάλιστα ἡ στακτὴ, διαμένει γὰρ ὁποσονοῦν χρόνον. Μυροπώλης δέ τις ἔφη παρʼ αὐτῷ μεμενηκέναι αἰγύπτιον μὲν ὀκτὼ ἔτη, ἴρινον δὲ εἴκοσι καὶ ἔτι διαμένειν βέλτιον ὂν τῶν ἀκμαζόντων. Ἡ μὲν οὖν χρονιότης ἐν τούτοις.