De Odoribus
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Πρὸς ἕκαστον δὲ τῶν μύρων ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν τὴν κύπρον καρδάμωμον, ἀσπάλαθον ἀναφυράσαντες τῷ εὐώδει. Εἰς δὲ τὸ ῥόδινον σχοῖνον, ἀσπάλαθον, κάλαμον· ἡ δʼ ἀναφύρασις ὁμοίως. Καὶ τοῖς ἄλλοις ἀεὶ τὰ ἁρμόττοντα. Τῷ ῥοδίνῳ δʼ ἐμβάλλονται καὶ ἅλες πολλοὶ καὶ τοῦτʼ ἴδιον παρὰ τἆλλα, διὸ καὶ πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα δύο μέδιμνοι.
Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία παραπλησία τῇ τοῦ ῥοδίνου· πλὴν ἀλλʼ ἐάν τις μὴ ταχέως ἐξαίρῃ καὶ ἀποθλίβῃ σῆψις ἐγγινομένη φθείρει τὰ μύρα διὰ τὴν δυσωδίαν· ποιεῖ γὰρ σῆψιν ἀνυγραινομένη. Παραπλησία δʼ ἐργασία καὶ τοῦ μηλίνου· προστυφέντος γὰρ ἐλαίου καὶ τὰ μῆλα ἐμβάλλουσιν εἰς ψυχρὸν, εἶτʼ ἐξαιροῦσι πάλιν πρὸ τοῦ μελαίνεσθαι κατὰ πάσας τὰς ἐμβολάς· μελαινομένων γὰρ σῆψις διὰ τὸ ἀνυγραίνεσθαι καθάπερ καὶ ἐπὶ τῆς κύπρου.
Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν ἀπʼ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δʼ ἀπὸ ῥίζης τὰ δʼ ἀπὸ ξύλων τὰ δʼ ἀπὸ καρποῦ τὰ δʼ ἀπὸ δακρύων. Μικτὰ δὲ πάνθʼ ὡς εἰπεῖν. Ἀπʼ ἀν̔ θῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. Καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σιο σύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον· βέλτιστος δʼ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. Ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δʼ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἐλλάδι οὐ γίνεται διὰ τὸ ἄοδμον.
Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρδινον καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ ὀνομάζουσι τὴν ῥίζαν. Τὸ δὲ χρίσμα τὸ ἐρετρικὸν ἐκ τοῦ κυπείρου. Κομίζεται δὲ ἀπὸ τῶν Κυκλάδων τὸ κύπειρον. Ἀπὸ ξύλου δὲ ὁ φοίνιξ καλούμενος·
ἐμβάλλουσι γὰρ τὴν ὀνομαζομένην σπάθην ξηράναντες. Ἀπὸ καρπῶν δὲ τό τε μήλινον καὶ τὸ μύρτινον καὶ τὸ δάφνινον· τὸ δʼ αἰγύπτιον ἐκ πλειόνων ἔκ τε τοῦ κιναμώμου καὶ ἐκ σμύρνης καὶ ἐξ ἄλλων.Ἔτι δʼ ἐκ πλειόνων τούτου τὸ μεγαλεῖον· καὶ γὰρ ἐκ κιναμώμου --- καὶ ἐκ τῆς σμύρνης κοπτομένης ἔλαιον ῥεῖ· στακτὴ γὰρ καλεῖται διὰ τὸ κατὰ μικρὸν στάζειν. Ὃ δὴ μόνον τινές φασιν ἁπλοῦν εἶναι καὶ ἀσύνθετον τῶν μύρων τὰ δʼ ἄλλα πάντα σύνθετα, πλὴν τὰ μὲν ἐκ πλειόνων τὰ δʼ ἐξ ἐλαττόνων, ἐξ ἐλαχίστων δὲ τὸ ἴρινον. Οἱ μὲν οὖν οὕτω λέγουσιν, οἱ δὲ τὴν ἐργασίαν τῆς στακτῆς εἶναι τοιάνδε· τὴν σμύρναν ὅταν κόψωσι καὶ διατήξωσι ἐν ἐλαίῳ βαλανίνῳ πυρὶ μαλακῷ ὕδωρ ἐπιχεῖν θερμόν· συνιζάνειν δʼ εἰς βυθὸν τὴν σμύρναν καὶ τοὔλαιον καθάπερ ἰλύν· ὅταν δὲ τοῦτο συμβῇ τὸ μὲν ὕδωρ ἀπηθεῖν τὴν δʼ ὑπόστασιν ἀποθλίβειν ὀργάνοις.
Τὸ δὲ μεγαλεῖον ἐκ ῥητίνης κεκαυμένης συντίθεσθαι καὶ ἐλαίου βαλανίνου· μίγνυσθαι δὲ κασίαν, κινάμωμον, σμύρναν. Πλείστην δὲ πραγματείαν περὶ τὸ μεγαλεῖον καὶ τὸ αἰγύπτιον εἶναι, πλείστων γὰρ μίξιν καὶ πολυτελεστάτων. Τῷ δὲ μεγαλείῳ καὶ τὸ ἔλαιον ἕψεσθαι δέχʼ ἡμέρας καὶ δέκα νύκτας, εἶτα οὕτως τὴν ῥητίνην ἐμβάλλεσθαι καὶ τἆλλα· δεκτικώτερον γὰρ ἀφεψηθέν. Τὸ δʼ ἀμαράκινον τὸ χρηστὸν ἐκ τῶν βελτίστων ἀρωμάτων συντίθεσθαι χωρὶς ἀμαράκου· τούτῳ δʼ οὐ χρῆσθαι μόνῳ τῶν ἀρωμάτων τοὺς μυρεψοὺς οὐδʼ εἰς ἓν μύρον, ἀλλὰ ψευδώνυμός τις ἡ ἐπίκλησις.
Ποιοῦσι δὲ καὶ τὰ μὲν ἀχρωμάτιστα τὰ δὲ κεχρωματισμένα. Χρωμαστίζουσι δὲ ἀμαράκινον, ῥόδινον, μεγαλεῖον, ἀχρωμάτιστα δὲ τῶν μὲν πολυτελῶν αἰγύπτιον, μήλινον, κύπρος, τὰ δʼ εὐτελῆ πάντα· ταῦτα δὲ ἀχρωμάτιστα διότι τὸ μὲν αἰγύπτιον καὶ τὴν κύπρον λευκὰ εἶναι βούλονται, τῷ δὲ μηλίνῳ τὴν τῶν μήλων χρόαν, τοῖς δʼ εὐτελέσιν οὐ λυσιτελεῖ τὸ χρῶμα προστιθέναι. Χρωματίζουσι δὲ τὰ μὲν ἐρυθρὰ τῇ ἀγχούσῃ, τὸ δʼ ἀμαράκινον τῷ καλουμένω χρώματι· τοῦτο δʼ ἐστὶ ῥιζίον ὃ ἄγουσιν ἐκ τῆς Συρίας.
Συνεργεῖν δὲ δοκοῦσι πρὸς τὰς γεύσεις οὐχ αἱ ὀδμαὶ μόνον ἀλλὰ καὶ αἱ δριμύτητες καὶ αἱ θερμότητες ἐνίων, διὸ καὶ τῶν οἴνων τισὶ τὰ τοιαῦτα μιγνύντες ὥσπερ κέντρον ἐμποιοῦσιν. Ἔστι δὲ ἡ μὲν σμύρνη θερμὴ καὶ δηκτικὴ μετὰ στύψεως, ἔχει δὲ καὶ πικρίαν. Τὸ δὲ κινάμωμον δριμύτητά τινα μετρίαν μετὰ θερμότητος. Παραπλησίως δὲ καὶ τὸ κόστον. Ἡ δὲ κασία τούτων ὑπερβάλλει θερμότητι καὶ δριμύτητι καὶ στύψει. Θερμὴ δὲ καὶ στυπτικὴ καὶ ἡ ἴρις, καθʼ ὑπερβολὴν δὲ καὶ πικρὰ νέα οὖσα καὶ τὸν χρῶτα τῶν ἐργαζομένων ἀφελκοῖ. Δηκτικὸν δὲ καὶ τὸ καρδάμωμον μετὰ θερμότητος. Τοῦ δὲ βαλσάμου ὁ μὲν ὀπὸς καὶ τὸ καρπίον ἀνδρικώτερα πρὸς ἀμφότερα ταῦτα τὸ δὲ ξύλον ἀσθενέστερον. ΠΠαρἀταλκλτλλλλλττλ
Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερμότερον,
στυπτικὰ δὲ ὁμοίως ἄμφω. Τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. Στύφει δὲ καὶ ἡ ἀσπάλαθος ἡ εὐώδης. Ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμότητος. Τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαράεκινον ἐμμιγνύμενον θερμαντικά. Συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος.