De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἀπορήσειε δʼ ἄν τις ἴσως διὰ τί ποτε μύρον καὶ τἆλλα εὔοσμα τοὺς μὲν οἴνους ἡδύνει τῶν δὲ βρωμάτων οὐδὲν ἀλλὰ πάντα λυμαίνεται καὶ ἀπύρωτα καὶ πεπυρωμένα. Τὸ δʼ αἴτιον ὑποληπτέον ὅτι συμβαίνει τῶν μὲν ξηρῶν ἀφαιρεῖσθαί τε τὸν οἰκεῖον χυλὸν διὰ τὴν ἰσχὺν καὶ ἅμα συνεπιφαίνειν τὸν αὑτοῦ ὄντα στρυφνὸν καὶ ὑπόπικρον· ἅπαν γὰρ τὸ εὔοσμον τοιοῦτον, διαμασωμένοις δὲ μᾶλλον ἐμφανὲς διά τε τὴν θλίψιν καὶ τομὴν καὶ ἔτι τῷ χρονίζεσθαι.

Τὸν δ' οἴνου οὐδέτερον ποιεῖ· καὶ γὰρ ὁ χυλὸς ἰσχυρότατος καὶ πλείων εἰς τὸ μὴ κρατεῖσθαι καὶ οὐδένα τῇ γεύσει χρόνον ἐπιδιατρίβων ἀλλʼ ὅσον ἐπιθιγγάνων, ὥστε τὸ μὲν ἡδὺ ἐνδιδόναι τῇ αἰσθήσει τὸ δὲ πικρὸν καὶ δύσχυμον τῇ γεύσει μὴ ἐμφαίνειν ἀλλὰ συμβαίνειν τῷ ὄντι καθάπερ ἥδυσμα γίνεσθαι τῷ πόματι τὴν ὀσμήν· τῷ μὲν γλυκεῖ καὶ μάλιστα δεομένῳ διὰ τὸ μηδὲν ἔχειν, τοῖς δʼ ἄλλοις ὥσπερ μιᾶς ἐξ ἀμφοῖν γενομένης διὰ τὴν μίξιν. Ὁ γὰρ οἶνος ὥσπερ καὶ πρότερον ἐλέχθη δεινὸς δέξασθαι τὰς ὀσμάς.

Ἔχει δʼ ἀπόι ρησιν καὶ τόδε, διὰ τί τὰ μὲν ἄνθη καὶ τὰ στεφανώματα ἀσθενέστερα ὄντα ταῖς ὀσμαῖς καὶ πόρρωθεν ὄζει, ἡ δʼ ἴρις καὶ τὸ νάρδον καὶ τἆλλα τὰ εὔοσμα τῶν ξηρῶν ἰσχυρότερα ἐγγύθεν· καὶ ἔνιά γε προσενεγκαμένοις, ἔνια δὲ καὶ τρίψεως προσδεῖται καὶ διαιρέσεως, τὰ δὲ καὶ πυρώσεως ὥσπερ ἡ σμύρνα καὶ ὁ λιβανωτὸς καὶ πᾶν τὸ θυμιατόν.