De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ὀσμαὶ δὲ αἱ μὲν οὕτως ἄμικτοι πλείους καὶ ὥστε καθόλου λαβεῖν αἱ κακώδεις ταῖς κακώδεσι. Ὡς δὲ βέλτιόν τι τὸ ἐξ ἀμφοῖν ἔργον εὑρεῖν εἰ μὴ ἀδύνατον, εἰς τὴν τοιαύτην δὲ δύναμιν

ἅπαν ὡς εἰπεῖν πρὸς πᾶν εὔοσμον. Ἀλλʼ ἔνθα μὲν ἴσως χείρω ποιεῖ ἔνθα δὲ βελτίω καθάπερ ἐπὶ τῶν μύρων· τὰ μὲν γὰρ ἀφαιρεῖται τὸ ἄκρατον καὶ σκληρὸν, τὰ δʼ ἀποθηλύνει καὶ ὥσπερ ἐξυδατοῖ τὰς ὀσμάς. Ἐν δὲ τοῖς ξηροῖς ἅπασαι πάσαις μικταί.

Τὰ γὰρ διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων ἀμείνω. Ποιεῖ δὲ καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ μύρα ἔνια καὶ θυμιάματα εὐοσμότερα καθάπερ τὴν σμύρναν. Δοκεῖ δὲ καὶ τὸ μύρον ἡδύνειν τοὺς οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ οἰνοποιΐᾳ μιγνύουσιν οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν. Οὐκ ἄλογον δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν τοῖς αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε ὀσμὴ ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος χυλόν.

Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα τοῖς χυλοῖς ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ καρπῶν τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον ὥσπερ τῶν βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν μόνον καὶ οἷον φθίσιν. Μετακινοῦνται δʼ ἐν ταῖς ἐτείαις ὥραις πάνθʼ ὡς εἰπεῖν, μάλιστα δὲ τὰ ἀσθενέστατα, τὰ δʼ ἄνθινα καθʼ ἣν ὥραν ἀνθεῖ τὸ ἄνθος.