De Odoribus
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
(60 (62)) Ἔνια δὲ καὶ εἰς οὔρησιν ἄγει συνεξόζειν ποιοῦντα αὐτά. Ἔτι δὲ τούτου μεῖζον ὅτι καὶ ἀπὸ τῆς κεφαλῆς ἄν τις καταπλάσῃ δίδωσι τὴν ὀσμὴν εἰς τὰ οὖρα τὰ ἀπὸ τῶν ἀρωμάτων. Ἐπεί γε κοιλίαν κινεῖ καὶ ἡ ἴρις ὥσπερ ἐλέχθη. Πάντα δὲ ταῦτα ποιεῖ καθάπερ πολλάκις εἴρηται διὰ τὸ τὰ φύσει στρυφνὰ καὶ ὑπόπικρα θερμαντικὰ καὶ εὐδίοδα πρὸς τοὺς πόρους εἶναι. Τμητικὰ γὰρ ὄντα καὶ θερμαντικὰ καὶ στύφειν ἅμα καὶ θερμαίνειν δυνάμενα
καὶ ἐξάγειν καὶ ἐκπέττειν δύναται καὶ τὸ ὅλον ἀλλοιοῦν καὶ μεταβάλλειν.(61 (59)) Αἱ δὲ τῶν ζώων ὀσμαὶ κατὰ τὰς ἰδίας γίνονται φύσεις· ἑκάστῳ γάρ ἐστί τις οἰκεία κατὰ τὴν κμᾶσιν. Αὗται δʼ ἡδεῖαι μὲν καὶ καθαραὶ καὶ κατὰ τὰς ἀκμὰς καὶ ὅταν εὖ ἔχωσιν ἑαυτῶν, ἔτι δὲ ἡδίους ἁπαλῶν καὶ νέων ὄντων. Πλεῖσται δὲ καὶ κακωδέσταται περὶ τὰς ὀχείας καὶ ὅλως συντηκομένων καὶ καμνόντων σωμάτων· διὸ καὶ οἱ τράγοι καὶ οἱ ἔλαφοι καὶ λαγοὶ καὶ τἆλλα τότε μάλιστα ὄζει.
(62 (60)) Θαυμαστὸν δὲ καὶ ἴδιον τὸ συμπάσχειν τὰς τραγέας ὅταν ἡ ὥρα καθήκῃ τῆς ὁρμῆς. Αἴτιον δὲ δηλονότι τὸ ὑπολείπεσθαί τινα ἐν τῷ δέρματι δύναμιν ἢ ὑγρότητα τοιαύτην ἀφʼ ἧς ἡ ὁρμὴ γίνεται καὶ ζώντων· κινουμένης οὖν καὶ διαθερμαινομένης ταύτης ὑπὸ τοῦ ἀέρος εὔλογον καὶ τὰ δέρματα καθʼ ὅσον ἐπιβάλλει κινεῖσθαι. Διὸ καὶ ὡς πρῶτον αἴτιον ἡ διάθεσις· τότε γὰρ καὶ οἱ μὴ ὀχεύοντες ὄζουσι καὶ οἱ ἄγονοι καὶ αἱ αἶγες ὅλως. Ἡ δʼ ὀχεία τότε μὲν μεγάλην μερίδα συμβάλλεται, καθʼ αὑτὴν δʼ αἰτία γίνεται ἡ διάθεσις.
Συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐν ἄλλοις ἡ τοιαύτη συμπάθεια· καὶ γὰρ ὁ οἶνος ἅμα τῇ σταφυλῇ δοκεῖ συνανθεῖν καὶ τὰ σκόροδα καὶ τὰ κρόμυα τότε δριμύτατον ὄζειν ὅταν τὰ ἐν τῇ γῇ βλαστάνῃ· πλὴν τοὐξ τοις ἅμα συμβαίνει καὶ αὐτοῖς βλαστάνειν. Ὅλως δὲ πάντα κινεῖται τὰ φλοιόριζα καὶ σαρκόριζα μὴ ἀπεξηραμμένα κατὰ τὰς βλαστητικὰς ὥρας· ἡ γὰρ ἐνυπάρχουσα δύναμις ἐν αὐτοῖς κινεῖται. Θαυμασιώτατον δὲ τῶν τοιούτων τὸ ἐπὶ τοῦ στέατος τῆς ἄρκτου συμβαῖνον, εἴπερ ἅμα ταῖς φωλίαις ἐπαίρεται καὶ ἐκπληροῖ τὰ ἀγγεῖα.
Τί δή ποτε Δημόκριτος τοὺς μὲν χυμοὺς πρὸς τὴν γεῦσιν ἀποδίδωσι τὰς δʼ ὀσμὰς καὶ τὰς χρόας οὐχ ὁμοίως πρὸς τὰς ὑποκειμένας αἰσθήσεις; ἔδει γὰρ ἐκ τῶν σχημάτων. Ἢ τοῦτό γε πρὸς ἅπαντας κοινόν; ἅπαντες γὰρ οἱ μὲν μόνης οἱ δὲ μάλιστα ταύτης τὰ πάθη λέγουσι καὶ τὰς διαφορὰς, ὡς ἐν χρώμασι λευκὸν καὶ μέλαν, καὶ ἐν χυμοῖς γλυκὺ καὶ πικρὸν, οὐχ οὕτω δʼ ἐν ὀσμαῖς· οὐδὲν γὰρ πλὴν τό τ' εὔοσμον καὶ τὸ κάκοσμον. Οὐδʼ ἐν ἁπτοῖς· πλείω γὰρ εὐθὺ τὰ ὑποκείμενα, σκληρὸν, μαλακὸν, τραχὺ, λεῖον.
Ἀλλὰ μᾶλλον ἐν φωναῖς, ὀξὺ καὶ βαρύ. Ἔτι δὲ τὰ μὲν μικτὰ τὰ δʼ ἄμικτα. Ἄμικτοι χυλοὶ οἱ μὲν τῷ μὴ καταμερίζεσθαι ὥστʼ ἐξ ἀμφοῖν ἓν γίονεσθαι, οἷον ὕδωρ, ἔλαιον, φλέγμα, αἷμα, ὅλως πᾶν τὸ ἐπινέον ἢ τὸ διαιροῦν, ὥσπερ τὸ ὄξος καὶ τὸ γάλα. Τὸ γὰρ τῇ πιέσει καὶ τρίψει μιγνύμενον ἕτερον εἶδος. Ἄλλον δὲ τρόπον οἱ μὴ εὔμικτοι πρὸς τὴν χρείαν ἢ καὶ λυμαινόμενοι ἀλλήλους οἷον ἡ θάλαττα καὶ τὰ νιοτρώδη καὶ πικρὰ ὕδατα τοὺς οἴνους καὶ τὰ πότιμα ἐὰν μὴ εὐθὺς χρῆταί τις.
Ὀσμαὶ δὲ αἱ μὲν οὕτως ἄμικτοι πλείους καὶ ὥστε καθόλου λαβεῖν αἱ κακώδεις ταῖς κακώδεσι. Ὡς δὲ βέλτιόν τι τὸ ἐξ ἀμφοῖν ἔργον εὑρεῖν εἰ μὴ ἀδύνατον, εἰς τὴν τοιαύτην δὲ δύναμιν
ἅπαν ὡς εἰπεῖν πρὸς πᾶν εὔοσμον. Ἀλλʼ ἔνθα μὲν ἴσως χείρω ποιεῖ ἔνθα δὲ βελτίω καθάπερ ἐπὶ τῶν μύρων· τὰ μὲν γὰρ ἀφαιρεῖται τὸ ἄκρατον καὶ σκληρὸν, τὰ δʼ ἀποθηλύνει καὶ ὥσπερ ἐξυδατοῖ τὰς ὀσμάς. Ἐν δὲ τοῖς ξηροῖς ἅπασαι πάσαις μικταί.Τὰ γὰρ διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων ἀμείνω. Ποιεῖ δὲ καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ μύρα ἔνια καὶ θυμιάματα εὐοσμότερα καθάπερ τὴν σμύρναν. Δοκεῖ δὲ καὶ τὸ μύρον ἡδύνειν τοὺς οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ οἰνοποιΐᾳ μιγνύουσιν οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν. Οὐκ ἄλογον δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν τοῖς αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε ὀσμὴ ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος χυλόν.
Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα τοῖς χυλοῖς ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ καρπῶν τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον ὥσπερ τῶν βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν μόνον καὶ οἷον φθίσιν. Μετακινοῦνται δʼ ἐν ταῖς ἐτείαις ὥραις πάνθʼ ὡς εἰπεῖν, μάλιστα δὲ τὰ ἀσθενέστατα, τὰ δʼ ἄνθινα καθʼ ἣν ὥραν ἀνθεῖ τὸ ἄνθος.