De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Κατισχναίνειν δὲ δοκεῖ τὸ ῥόδον καὶ τὴν σύνθετον ὀσμήν· ὅταν γὰρ ἀκμάζῃ τὸ ἄνθος ῥοδίζουσι τὰς συνθέσεις, ἀνοιγόμεναι δʼ ἐξόζουσι τούτου μόνου καὶ μάλιστα. Παύεται δὲ ταχὺ καὶ λήγει διὰ τὴν ἀσθένειαν καὶ λεπτότητα διʼ ἣν καὶ ἐξόζει τῶν ἄλλων· λεπτὴ γὰρ οὖσα ἡ ἀναπνοὴ καὶ ἠθροισμένη τῇ κατακλείσει προτερεῖ τε τῶν λοιπῶν καὶ διαδίδοται πανταχοῦ. Διὰ ταὐτὸ δὲ τοῦτο καὶ ἀπολήγει ταχὺ καὶ κατακρατεῖται πάλιν· ἀσθενεῖ γὰρ τὸ λεπτὸν καὶ μαλακόν.

Ποιοῦσι δέ τινες τοῦτο καὶ τῶν οἴνων ὥστε προποθέντες ἀφανίζειν τὴν τῶν ἄλλων ἡδονήν. Ἔνιοι δʼ ὥστε μὴ ἐπιδέχεσθαι ῥᾳδίως τοὺς ἄλλους ὥσπερ ὁ Ἐρυθραίας ἁλυκός τις ὢν καὶ μαλακός. Τὴν αἰτίαν δὲ πειρατέον ἐκ τῶν ὁμοίων λαμβάνειν· ἔχει δὲ τοῦτʼ ἴδιον τὸ ῥόδινον ὥσπερ σχεδὸν καὶ μικρῷ πρότερον εἴρηται· τὰ μὲν γὰρ ἄλλα πάντʼ ἢ τὰ πλεῖστα κεφαλαλγῆ, τοῦτο δʼ ὥσπερ ἐλέχθη λυτικὸν καὶ βάρους καὶ ἀλγηδόνος καὶ τῆς ἀπὸ τῶν μύρων.

Ἡ δʼ αἰτία φανερὰ διὰ τῶν προειυ ρημένων εἴπερ ἐπικρατεῖ καὶ διαδύεται πανταχοῦ. Τὰ μὲν γὰρ ἄλλʼ ὅσα κεφαλαλγῆ βαρέα διὰ τὸ ἐκ τοιούτων συγκεῖσθαι τὰ μὲν ῥιζῶν τὰ δʼ ὀπῶν· τοῦτο δὲ καὶ τῇ ὀσμῇ ἐλαφρὸν καὶ τῇ θερμότητι σύμμετρον εἰς τὸ συμπέψαι καὶ διανοῖξαι τοὺς πόρους. Οἱ γὰρ δὴ

πόνοι τῆς κεφαλῆς ἢ καθυγραινομένης ἢ πνευματουμένης τῷ ἐναπολαμβάνεσθαι, ὥστε τὸ μὲν ἐκκρῖναι δεῖ τὸ δὲ πέψαι ἢ ἀφελεῖν.

Πρὸς ἅπαντα δὲ ἡ θερμότης χρήσιμον καὶ εἰς ἀφαίρεσιν καὶ ἔτι μᾶλλον εἰς τὸ πέττειν καὶ διανοίγειν τοὺς πόρους, εἰς ἃ συμβάλλεται τὸ ἐν τῷ ἁλὶ πεποιῆσθαι· καὶ γὰρ ἀναστομοῦσι καὶ διαθερμαίνουσιν οἱ ἅλες. Ἡ δʼ εὐοσμία καὶ ὁρμήν τινα ποιεῖ πρὸς τὴν κίνησιν. Ἀγαθὸν δὲ καὶ δοκεῖ πρὸς τοὺς κόπους εἶναι τῇ θερμότητι σύμμετρον ὂν καὶ τῇ κουφότητι καὶ τῇ διαδύσει πρὸς τοὺς ἐντὸς πορους· ὡς δέ τινές φασιν οὐχ ἧττον ἡ κύπρος ἔτι τούτου· μαλακὴ γὰρ ἡ ὀσμὴ καὶ προσφιλὴς τῷ χρωτὶ καὶ ἡ ταύτης. Καὶ ταῦτα μὲν καὶ τὰ ὅμοια τούτοις ὥσπερ ἴδια ἂν εἴη.

Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσμαῖς καὶ ἐν τοῖς χυμοῖς ἐὰν ἡρμοσμέναι τυγχάνωσιν ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα καὶ τὴν ἰσχὺν, αἱ δʼ εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα ἐμποιοῦσαι καθάπερ καὶ ἐπὶ τῶν οἴνων. Καὶ γὰρ ὁ ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις ὡς ἔοικε τὴν ἡδονὴν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν μὲν ὀσμὴν ἀπʼ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον.