On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
ἅπτεται δὲ βέλτιον ἐν βορείοις ἢ νοτίοις τὰ πυρεῖα διότι ξηρότερα ὄντα θᾶττον καὶ δι᾽ ἐλάττονος τρίψεως ἐκθερμαίνεται. διὰ τοῦτο γὰρ οὐδ᾽ ἐκ τῶν τυχόντων ξύλων ἀλλ᾽ ἐξ ὡρισμένων τινῶν γίνεται· δεῖ γὰρ ἔχειν τινὰ συμμᾶτρίαν. ἄριστα δὲ οἱ μὲν ἐκ κιττοῦ φασίν, οἱ δ᾽ ἐκ τῆς καλουμένης ἀθραγένης τὴν ἐσχάραν τὸ δὲ τρύπανον δάφνης· οὐ γὰρ ἐκ τοῦ αὐτοῦ ποιοῦν καὶ πάσχον ἀλλ᾽ ἕτερον εὐθὺς κατὰ φύσιν. ἀγαθὰ δὲ καὶ ἐκ ῥάμνου καὶ μᾶλλον εἰς τὴν ἐσχάραν· πρὸς δὲ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι καὶ μανότητά τινα ἔχει, δεῖ δὲ τοῦθ᾽ ὑπάρχειν ἵν᾽ ἡ τρίψις ἰσχύῃ· τὸ δὲ τρύπανον ἀπαθέστερον εἶναι, διὸ τῆς δάφνης ἄριστον· ἅμα γὰρ ἀπαθὲς ὂν ἐργάζεται τῇ
Ἐπεὶ δὲ ἄνευ ὑγρότητος ἢ ἀναθυμιάσεώς τινος οὐκ ἔστι θερμότης διὰ τοῦθ᾽ ἡ κονία καίει μᾶλλον ἢ καὶ ἁπλῶς ὕδατος ἐπιχεομένου· ἔστι γὰρ ὕλη τῷ ἐγκαταλελειμμένῳ πυρὶ ὥσπερ ἐλλύχνιον· καὶ οὐθ᾽ ἡ παλαιὰ σφόδρα οὔθ᾽ ἡ λεία ἀλλ᾽ ἡ ἀρτίκαυστος καὶ
βωλοειδής· τῆς μὲν γὰρ ὁ χρόνος ἐξῄρηται διὰ τὴν ἀναπνοὴν, ἡ δὲ μικρομερὴς ἄγαν ὀλίγον ἔχει μικρὸν δὲ ὂν τὸ πῦρ ἀσθενές.